Peter's Confession (Matthew 16:13-20)

65 Custom

Vocabulary

Word Meaning
δέ however, but
0MWVw6LeGJBy9OmhTCa27qxi4Xn1lKANRgbD1883 εἰμί I am; be
καί and
soN3pbXc840QDHZPmrJxSf7IUvtawVk2LTg91025 αὐτός, ή, ὁ he; self
1LKlEhUjAWHZRMF9rtbuyvXzgOJN5fTD6sk43857 λέγω say
CsUlfeRqWPKZFGt3DNIzA4m26SyJi59nL7OT5803 σύ you, your
εἶπον I said (aor. of λέγω)
h8d5IN9SfaevxzPRTHkOQu0sjrDEBC4tMwnW4586 οὐρανός, οῦ, ὁ heaven
R4M5bvFi0G9UZzpxDlHI7tWdBAsVoS61NyO81816 ἐγώ I
ὅτι that

Biblical text

16:13Ἐλθὼν δὲ ὁ Ἰησοῦς εἰς τὰ μέρη Καισαρίας τῆς Φιλίππου ἠρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων Τίνα λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν Υἱὸν τοῦ ἀνθρώπου;14οἱ δὲ εἶπαν Οἱ μὲν Ἰωάνην τὸν Βαπτιστήν, ἄλλοι δὲ Ἡλείαν, ἕτεροι δὲ Ἱερεμίαν ἢ ἕνα τῶν προφητῶν.15λέγει αὐτοῖς Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι;16ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἶπεν Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.17ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῷ Μακάριος εἶ, Σίμων Βαριωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι ἀλλ’ ὁ Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς.18κἀγὼ δέ σοι λέγω ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι Ἅιδου οὐ κατισχύσουσιν αὐτῆς.19δώσω σοι τὰς κλεῖδας τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς.20τότε ἐπετίμησεν τοῖς μαθηταῖς ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν ὁ Χριστός.