Peter's Confession (Matthew 16:13-20)

65 Custom

Vocabulary

Word Meaning
δέ cependant, mais
εἰμί je suis ; être
καί et, aussi
αὐτός, ή, ὁ lui; soi-même
λέγω dire
σύ toi, ton
εἶπον J'ai dit (aor. de λέγω)
οὐρανός, οῦ, ὁ cielo
ἐγώ je, moi
ὅτι que, parce que

Biblical text

16:13Ἐλθὼν δὲ Ἰησοῦς εἰς τὰ μέρη Καισαρίας τῆς Φιλίππου ἠρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων Τίνα λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν Υἱὸν τοῦ ἀνθρώπου;14οἱ δὲ εἶπαν Οἱ μὲν Ἰωάνην τὸν Βαπτιστήν, ἄλλοι δὲ Ἡλείαν, ἕτεροι δὲ Ἱερεμίαν ἕνα τῶν προφητῶν.15λέγει αὐτοῖς Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι;16ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἶπεν Σὺ εἶ Χριστὸς Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος.17ἀποκριθεὶς δὲ Ἰησοῦς εἶπεν αὐτῷ Μακάριος εἶ, Σίμων Βαριωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι ἀλλ’ Πατήρ μου ἐν τοῖς οὐρανοῖς.18κἀγὼ δέ σοι λέγω ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι Ἅιδου οὐ κατισχύσουσιν αὐτῆς.19δώσω σοι τὰς κλεῖδας τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς.20τότε ἐπετίμησεν τοῖς μαθηταῖς ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν Χριστός.