Jesus Before Pilate (Mark 15:1-15)
Vocabulary
73
Greek
Vocabulary
Word | Meaning | |
---|---|---|
εὐθύς | okamžitě | |
πρωΐ | brzo ráno | |
συμβούλιον, ου, τό | porada | |
πρεσβύτερος, α, ον | starší, presbyter | |
γραμματεύς, έως, ὁ | zákoník, znalec písma | |
ὅλος, η, ον | celý, úplný; všechen | |
συνέδριον, ου, τό | velerada | |
ἀποφέρω | odvést; odnést; přinést, donést | |
πολύς, πολλή, πολύ | mnohý, hojný | |
οὐ, οὐκ, οὐχ | ne |
Biblical text
15:1Καὶ εὐθὺς πρωῒ συμβούλιον ἑτοιμάσαντες οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων καὶ ὅλον τὸ συνέδριον, δήσαντες τὸν Ἰησοῦν ἀπήνεγκαν καὶ παρέδωκαν Πειλάτῳ.2καὶ ἐπηρώτησεν αὐτὸν ὁ Πειλᾶτος Σὺ εἶ ὁ Βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς αὐτῷ λέγει Σὺ λέγεις.3καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά.4ὁ δὲ Πειλᾶτος πάλιν ἐπηρώτα αὐτὸν λέγων Οὐκ ἀποκρίνῃ οὐδέν; ἴδε πόσα σου κατηγοροῦσιν.5ὁ δὲ Ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη, ὥστε θαυμάζειν τὸν Πειλᾶτον.6Κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον ὃν παρῃτοῦντο.7ἦν δὲ ὁ λεγόμενος Βαραββᾶς μετὰ τῶν στασιαστῶν δεδεμένος, οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν.8καὶ ἀναβὰς ὁ ὄχλος ἤρξατο αἰτεῖσθαι καθὼς ἐποίει αὐτοῖς.9ὁ δὲ Πειλᾶτος ἀπεκρίθη αὐτοῖς λέγων Θέλετε ἀπολύσω ὑμῖν τὸν Βασιλέα τῶν Ἰουδαίων;10ἐγίνωσκεν γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς.11οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον ἵνα μᾶλλον τὸν Βαραββᾶν ἀπολύσῃ αὐτοῖς.12ὁ δὲ Πειλᾶτος πάλιν ἀποκριθεὶς ἔλεγεν αὐτοῖς Τί οὖν ποιήσω ὃν λέγετε τὸν Βασιλέα τῶν Ἰουδαίων;13οἱ δὲ πάλιν ἔκραξαν Σταύρωσον αὐτόν.14ὁ δὲ Πειλᾶτος ἔλεγεν αὐτοῖς Τί γὰρ ἐποίησεν κακόν; οἱ δὲ περισσῶς ἔκραξαν Σταύρωσον αὐτόν.15ὁ δὲ Πειλᾶτος βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, καὶ παρέδωκεν τὸν Ἰησοῦν φραγελλώσας ἵνα σταυρωθῇ.