Fruit of the Holy Spirit (Galatians 5:1-26)

75 Custom

Vocabulary

Word Meaning
ὁ, ἡ, τό el, la, lo
πνεῦμα, τος, τό espíritu; aliento
δέ pero, mas
σάρξ, σαρκός, ἡ carne; cuerpo
εἰμί yo soy; ser, existir
καί y, también
οὐ, οὐκ, οὐχ no
μή no
κατά contra, con (con G); según, por, en (con A)
οὗτος, αὕτη, τοῦτο este, esta, esto
ἀλλήλων uno a otro
ἐπιθυμία, ας, ἡ deseo, lujuria, anhelo
γάρ porque, pues
ὅς, ἥ, ὅ quién, cuál, qué
εἰ si
d5R8EMFN4TohnpleQK6ZIkXCAar7YqcVs9D14338 νόμος, ου, ὁ ley
τοιοῦτος, αύτη, οῦτο(ν) de tal clase, tal
λέγω decir
περιπατέω caminar; andar; vivir
τελέω terminar, concluir
ἐπιθυμέω desear, anhelar
ἀντίκειμαι estar en oposición a
ἵνα para que, que
ἐάν si, cuando, aunque
θέλω querer
ποιέω hacer, realizar
ἄγω traer; ir
ὑπό por, de (con G); debajo (con A)
φανερός, ά, όν visible, claro, conocido
ἔργον, ου, τό obra
ὅστις, ἥτις, ὅτι quien; quienquiera
πορνεία, ας, ἡ fornicación
ἀκαθαρσία, ας, ἡ impureza, suciedad
ἀσέλγεια, ας, ἡ libertinaje, desenfreno
εἰδωλολατρία, ας, ἡ idolatría
φαρμακεία, ας, ἡ brujería, magia
ἔχθρα, ας, ἡ enemistad; odio
ἔρις, ιδος, ἡ discordia
ζῆλος, ου, ὁ celo, celosía
θυμός, ου, ὁ ira; pasión
ἐριθεία, ας, ἡ egoísmo; discordia; disputa
διχοστασία, ας, ἡ disensión, sedición
αἵρεσις, εως, ἡ secta; partido; facción
φθόνος, ου, ὁ envidia; celos
μέθη, ης, ἡ embriaguez
κῶμος, ου, ὁ comilona excesiva
ὅμοιος, α, ον similar, parecido
προλέγω predecir, prever
ὑμεῖς, ὑμῶν ustedes
καθώς así como; tal como
ὅτι que, porque
πράσσω hacer, lograr, comportarse; recolectar
βασιλεία, ας, ἡ reino
θεός, οῦ, ὁ Dios
κληρονομέω heredar
κάρπος, οῦ, ὁ fruto, cosecha; beneficio
ἀγάπη, ης, ἡ amor
χαρά, ᾶς, ἡ alegría
εἰρήνη, ης, ἡ paz, bienestar, orden
μακροθυμία, ας, ἡ paciencia
χρηστότης, ητος, ἡ bondad, amabilidad
ἀγαθωσύνη, ης, ἡ generosidad, bondad
πίστις, εως, ἡ fe
πραΰτης, ητος, ἡ dulzura

Biblical text

5:1Τῇ ἐλευθερίᾳ ἡμᾶς Χριστὸς ἠλευθέρωσεν· στήκετε οὖν καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε.2Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι ἐὰν περιτέμνησθε Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει.3μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι.4κατηργήθητε ἀπὸ Χριστοῦ οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε.5ἡμεῖς γὰρ Πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα.6ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι’ ἀγάπης ἐνεργουμένη.7Ἐτρέχετε καλῶς· τίς ὑμᾶς ἐνέκοψεν ἀληθείᾳ μὴ πείθεσθαι;8 πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς.9μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ.10ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν Κυρίῳ ὅτι οὐδὲν ἄλλο φρονήσετε· δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρίμα, ὅστις ἐὰν ᾖ.11Ἐγὼ δέ, ἀδελφοί, εἰ περιτομὴν ἔτι κηρύσσω, τί ἔτι διώκομαι; ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ.12Ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς.13Ὑμεῖς γὰρ ἐπ’ ἐλευθερίᾳ ἐκλήθητε, ἀδελφοί· μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί, ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις.14 γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ πεπλήρωται, ἐν τῷ Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.15εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπ’ ἀλλήλων ἀναλωθῆτε.16Λέγω δέ, Πνεύματι περιπατεῖτε καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε.17 γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ Πνεύματος, τὸ δὲ Πνεῦμα κατὰ τῆς σαρκός, ταῦτα γὰρ ἀλλήλοις ἀντίκειται, ἵνα μὴ ἐὰν θέλητε ταῦτα ποιῆτε.18εἰ δὲ Πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον.19φανερὰ δέ ἐστιν τὰ ἔργα τῆς σαρκός, ἅτινά ἐστιν πορνεία, ἀκαθαρσία, ἀσέλγεια,20εἰδωλολατρεία, φαρμακεία, ἔχθραι, ἔρις, ζῆλος, θυμοί, ἐριθεῖαι, διχοστασίαι, αἱρέσεις,21φθόνοι, μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τούτοις, προλέγω ὑμῖν καθὼς προεῖπον ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν.22 δὲ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις,23πραΰτης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστιν νόμος.24οἱ δὲ τοῦ Χριστοῦ Ἰησοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις.25Εἰ ζῶμεν Πνεύματι, Πνεύματι καὶ στοιχῶμεν.26μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες.