Fruit of the Holy Spirit (Galatians 5:1-26)

75 Custom

Vocabulary

Word Meaning
ὁ, ἡ, τό le, la, les
πνεῦμα, τος, τό esprit; souffle
δέ cependant, mais
σάρξ, σαρκός, ἡ chair; corps
εἰμί je suis ; être
καί et, aussi
οὐ, οὐκ, οὐχ non
μή ne pas, non
κατά contre, avec (avec G) ; selon, par, à (avec A)
οὗτος, αὕτη, τοῦτο celui-ci, celle-ci, ceci
ἀλλήλων l'un l'autre
ἐπιθυμία, ας, ἡ désir, convoitise, envie
γάρ car, en effet
ὅς, ἥ, ὅ qui, lequel, quelle
εἰ si
d5R8EMFN4TohnpleQK6ZIkXCAar7YqcVs9D14338 νόμος, ου, ὁ loi
τοιοῦτος, αύτη, οῦτο(ν) de telle sorte, tel
λέγω dire
περιπατέω se promener; marcher; vivre
τελέω terminer, finir
ἐπιθυμέω désirer, convoiter
ἀντίκειμαι être en opposition à
ἵνα afin de, pour que; que
ἐάν si, lorsque, jamais
θέλω vouloir
ποιέω faire, agir
ἄγω mener, apporter
ὑπό par, de (avec G); sous (avec A)
φανερός, ά, όν visible, clair, connu
ἔργον, ου, τό acte
ὅστις, ἥτις, ὅτι qui; n'importe qui
πορνεία, ας, ἡ fornication
ἀκαθαρσία, ας, ἡ impureté, saleté
ἀσέλγεια, ας, ἡ débauche, licence
εἰδωλολατρία, ας, ἡ idolâtrie
φαρμακεία, ας, ἡ sorcellerie, magie
ἔχθρα, ας, ἡ inimitié; haine
ἔρις, ιδος, ἡ querelle
ζῆλος, ου, ὁ zèle, jalousie
θυμός, ου, ὁ colère ; passion
ἐριθεία, ας, ἡ égoïsme; querelle; dispute
διχοστασία, ας, ἡ dissension, sédition
αἵρεσις, εως, ἡ secte; parti; faction
φθόνος, ου, ὁ envie; jalousie
μέθη, ης, ἡ ivresse
κῶμος, ου, ὁ festin excessif
ὅμοιος, α, ον semblable, pareil
προλέγω prédire, annoncer
ὑμεῖς, ὑμῶν vous
καθώς comme; ainsi que
ὅτι que, parce que
πράσσω faire, accomplir, se comporter ; collecter
βασιλεία, ας, ἡ royaume
θεός, οῦ, ὁ Dieu
κληρονομέω hériter
κάρπος, οῦ, ὁ fruit, récoltes; bénéfice
ἀγάπη, ης, ἡ amour
χαρά, ᾶς, ἡ joie
εἰρήνη, ης, ἡ paix, harmonie
μακροθυμία, ας, ἡ patience
χρηστότης, ητος, ἡ bonté, gentillesse
ἀγαθωσύνη, ης, ἡ générosité, bonté
πίστις, εως, ἡ foi
πραΰτης, ητος, ἡ douceur

Biblical text

5:1Τῇ ἐλευθερίᾳ ἡμᾶς Χριστὸς ἠλευθέρωσεν· στήκετε οὖν καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε.2Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι ἐὰν περιτέμνησθε Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει.3μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι.4κατηργήθητε ἀπὸ Χριστοῦ οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε.5ἡμεῖς γὰρ Πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα.6ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι’ ἀγάπης ἐνεργουμένη.7Ἐτρέχετε καλῶς· τίς ὑμᾶς ἐνέκοψεν ἀληθείᾳ μὴ πείθεσθαι;8 πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς.9μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ.10ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν Κυρίῳ ὅτι οὐδὲν ἄλλο φρονήσετε· δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρίμα, ὅστις ἐὰν ᾖ.11Ἐγὼ δέ, ἀδελφοί, εἰ περιτομὴν ἔτι κηρύσσω, τί ἔτι διώκομαι; ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ.12Ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς.13Ὑμεῖς γὰρ ἐπ’ ἐλευθερίᾳ ἐκλήθητε, ἀδελφοί· μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί, ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις.14 γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ πεπλήρωται, ἐν τῷ Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.15εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπ’ ἀλλήλων ἀναλωθῆτε.16Λέγω δέ, Πνεύματι περιπατεῖτε καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε.17 γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ Πνεύματος, τὸ δὲ Πνεῦμα κατὰ τῆς σαρκός, ταῦτα γὰρ ἀλλήλοις ἀντίκειται, ἵνα μὴ ἐὰν θέλητε ταῦτα ποιῆτε.18εἰ δὲ Πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον.19φανερὰ δέ ἐστιν τὰ ἔργα τῆς σαρκός, ἅτινά ἐστιν πορνεία, ἀκαθαρσία, ἀσέλγεια,20εἰδωλολατρεία, φαρμακεία, ἔχθραι, ἔρις, ζῆλος, θυμοί, ἐριθεῖαι, διχοστασίαι, αἱρέσεις,21φθόνοι, μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τούτοις, προλέγω ὑμῖν καθὼς προεῖπον ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν.22 δὲ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις,23πραΰτης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστιν νόμος.24οἱ δὲ τοῦ Χριστοῦ Ἰησοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις.25Εἰ ζῶμεν Πνεύματι, Πνεύματι καὶ στοιχῶμεν.26μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες.