Old and New Man (Colossians 3:5-17)

120 Custom

Vocabulary

Word Meaning
ὁ, ἡ, τό ten, ta, to
καί a, i
ἐν v, ve (s D)
ὑμεῖς, ὑμῶν vy
πᾶς, πᾶσα, πᾶν vše
ὅς, ἥ, ὅ který, kdo, co
θεός, οῦ, ὁ Bůh
ἐπί na, nad (s G, D, A); na základě (s D); k, proti (s A)
εἰς do, na, k; v (s A)
αὐτός, ή, ὁ on, on sám
Χριστός, οῦ, ὁ Pomazaný, Kristus
τὶς, τί kdo, co, který
οὖν tedy
εἰμί jsem; být
διά skrze, přes (s G); pro, kvůli (s A)
ὀργή, ῆς, ἡ hněv
οὗτος, αὕτη, τοῦτο tento, tato, toto
δέ ale, avšak, však
ἀλλήλων sebe vespolek, navzájem
ἐνδύω obléci
χαρίζομαι odpustit; darovat
ἑαυτοῦ, ῆς, οῦ se, sebe; si, sobě
ἐάν jestliže, -li, pokud
κύριος, ου, ὁ pán
καρδία, ας, ἡ srdce
λόγος, ου, ὁ slovo
νεκρόω umrtvovat
μέλος, ους, τό úd, část těla
γῆ, ῆς, ἡ země
πορνεία, ας, ἡ smilstvo
ἀκαθαρσία, ας, ἡ nemravnost, nečistota
πάθος, ους, τό vášeň
ἐπιθυμία, ας, ἡ touha, vášeň
κακός, ή, όν špatný, zlý
πλεονεξία, ας, ἡ chamtivost
ὅστις, ἥτις, ὅτι kterýkoli; každý, kdo; všechno, co

Biblical text

3:5Νεκρώσατε οὖν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν ἥτις ἐστὶν εἰδωλολατρεία,6δι’ ἔρχεται ὀργὴ τοῦ Θεοῦ·7ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε, ὅτε ἐζῆτε ἐν τούτοις·8νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα, ὀργήν, θυμόν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν·9μὴ ψεύδεσθε εἰς ἀλλήλους, ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ,10καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτόν,11ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ πάντα καὶ ἐν πᾶσιν Χριστός.12Ἐνδύσασθε οὖν, ὡς ἐκλεκτοὶ τοῦ Θεοῦ ἅγιοι καὶ ἠγαπημένοι, σπλάγχνα οἰκτιρμοῦ, χρηστότητα, ταπεινοφροσύνην, πραΰτητα, μακροθυμίαν,13ἀνεχόμενοι ἀλλήλων καὶ χαριζόμενοι ἑαυτοῖς, ἐάν τις πρός τινα ἔχῃ μομφήν· καθὼς καὶ Κύριος ἐχαρίσατο ὑμῖν οὕτως καὶ ὑμεῖς·14ἐπὶ πᾶσιν δὲ τούτοις τὴν ἀγάπην, ἐστιν σύνδεσμος τῆς τελειότητος.15καὶ εἰρήνη τοῦ Χριστοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι· καὶ εὐχάριστοι γίνεσθε.16 λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως, ἐν πάσῃ σοφίᾳ· διδάσκοντες καὶ νουθετοῦντες ἑαυτοὺς, ψαλμοῖς ὕμνοις ᾠδαῖς πνευματικαῖς ἐν τῇ χάριτι ᾄδοντες ἐν ταῖς καρδίαις ὑμῶν τῷ Θεῷ·17καὶ πᾶν τι ἐὰν ποιῆτε ἐν λόγῳ ἐν ἔργῳ, πάντα ἐν ὀνόματι Κυρίου Ἰησοῦ, εὐχαριστοῦντες τῷ Θεῷ Πατρὶ δι’ αὐτοῦ.