Old and New Man (Colossians 3:5-17)
Vocabulary
120
Greek
Vocabulary
Word | Meaning | |
---|---|---|
ὁ, ἡ, τό | 그, 저 | |
καί | 그리고, 및 | |
ἐν | 안에, 속에 | |
ὑμεῖς, ὑμῶν | 너희들 | |
πᾶς, πᾶσα, πᾶν | 모두 | |
ὅς, ἥ, ὅ | 누가, 어떤 | |
θεός, οῦ, ὁ | 하나님 | |
ἐπί | 위에, ~에 | |
εἰς | 에, 로 | |
αὐτός, ή, ὁ | 그 자신 | |
Χριστός, οῦ, ὁ | 그리스도 | |
τὶς, τί | 누구, 무엇 | |
οὖν | 그래서 | |
εἰμί | 나는, 있다 | |
διά | 통해서 | |
ὀργή, ῆς, ἡ | 분노 | |
οὗτος, αὕτη, τοῦτο | 이것 | |
δέ | 그러나, 하지만 | |
ἀλλήλων | 서로 | |
ἐνδύω | 입다 | |
χαρίζομαι | 용서하다 | |
ἑαυτοῦ, ῆς, οῦ | 자기 | |
ἐάν | 만약, 언제 | |
κύριος, ου, ὁ | 주 | |
καρδία, ας, ἡ | 마음 | |
λόγος, ου, ὁ | 말 | |
νεκρόω | 죽이다 | |
μέλος, ους, τό | 부분 | |
γῆ, ῆς, ἡ | 땅 | |
πορνεία, ας, ἡ | 간음 | |
ἀκαθαρσία, ας, ἡ | 부정 | |
πάθος, ους, τό | 열정 | |
ἐπιθυμία, ας, ἡ | 욕망 | |
κακός, ή, όν | 나쁜 | |
πλεονεξία, ας, ἡ | 탐욕 | |
ὅστις, ἥτις, ὅτι | 누구든지 |
Biblical text
3:5Νεκρώσατε οὖν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν ἥτις ἐστὶν εἰδωλολατρεία,6δι’ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ·7ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε, ὅτε ἐζῆτε ἐν τούτοις·8νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα, ὀργήν, θυμόν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν·9μὴ ψεύδεσθε εἰς ἀλλήλους, ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ,10καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτόν,11ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ πάντα καὶ ἐν πᾶσιν Χριστός.12Ἐνδύσασθε οὖν, ὡς ἐκλεκτοὶ τοῦ Θεοῦ ἅγιοι καὶ ἠγαπημένοι, σπλάγχνα οἰκτιρμοῦ, χρηστότητα, ταπεινοφροσύνην, πραΰτητα, μακροθυμίαν,13ἀνεχόμενοι ἀλλήλων καὶ χαριζόμενοι ἑαυτοῖς, ἐάν τις πρός τινα ἔχῃ μομφήν· καθὼς καὶ ὁ Κύριος ἐχαρίσατο ὑμῖν οὕτως καὶ ὑμεῖς·14ἐπὶ πᾶσιν δὲ τούτοις τὴν ἀγάπην, ὅ ἐστιν σύνδεσμος τῆς τελειότητος.15καὶ ἡ εἰρήνη τοῦ Χριστοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι· καὶ εὐχάριστοι γίνεσθε.16ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως, ἐν πάσῃ σοφίᾳ· διδάσκοντες καὶ νουθετοῦντες ἑαυτοὺς, ψαλμοῖς ὕμνοις ᾠδαῖς πνευματικαῖς ἐν τῇ χάριτι ᾄδοντες ἐν ταῖς καρδίαις ὑμῶν τῷ Θεῷ·17καὶ πᾶν ὅ τι ἐὰν ποιῆτε ἐν λόγῳ ἢ ἐν ἔργῳ, πάντα ἐν ὀνόματι Κυρίου Ἰησοῦ, εὐχαριστοῦντες τῷ Θεῷ Πατρὶ δι’ αὐτοῦ.