Back

Teaching about Divorce (Matthew 19:1-12)

Vocabulary
96
Greek
cs en de
5
Custom training

Items

Word Meaning
ὁ, ἡ, τό ten, ta, to (určitý člen)
καί a, i
αὐτός, ή, ὁ on, on sám
εἰμί jsem; být
λέγω říkat
ἄνθρωπος, ου, ὁ člověk
γυνή, αικός, ἡ žena
ἀπολύω propustit
δέ však, pak, ale, a
οὐ, οὐκ, οὐχ ne
ὑμεῖς, ὑμῶν vy
οὗτος, αὕτη, τοῦτο tento, tato, toto
ἀπό od, z (s G)
εἶπον řekl jsem (aor. k λέγω)
ὅτι že, protože, neboť

Biblical text

19:1Καὶ ἐγένετο ὅτε ἐτέλεσεν Ἰησοῦς τοὺς λόγους τούτους, μετῆρεν ἀπὸ τῆς Γαλιλαίας καὶ ἦλθεν εἰς τὰ ὅρια τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου.2καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς ἐκεῖ.3Καὶ προσῆλθον αὐτῷ Φαρισαῖοι πειράζοντες αὐτὸν καὶ λέγοντες Εἰ ἔξεστιν ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν;4 δὲ ἀποκριθεὶς εἶπεν Οὐκ ἀνέγνωτε ὅτι κτίσας ἀπ’ ἀρχῆς ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς5καὶ εἶπεν Ἕνεκα τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα καὶ κολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν;6ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ σὰρξ μία. οὖν Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω.7λέγουσιν αὐτῷ Τί οὖν Μωϋσῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου καὶ ἀπολῦσαι;8λέγει αὐτοῖς Ὅτι Μωϋσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν· ἀπ’ ἀρχῆς δὲ οὐ γέγονεν οὕτως.9λέγω δὲ ὑμῖν ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ μὴ ἐπὶ πορνείᾳ καὶ γαμήσῃ ἄλλην, μοιχᾶται.10λέγουσιν αὐτῷ οἱ μαθηταί Εἰ οὕτως ἐστὶν αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός, οὐ συμφέρει γαμῆσαι.11 δὲ εἶπεν αὐτοῖς Οὐ πάντες χωροῦσιν τὸν λόγον τοῦτον ἀλλ’ οἷς δέδοται.12εἰσὶν γὰρ εὐνοῦχοι οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτως, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. δυνάμενος χωρεῖν χωρείτω.