Witness of John the Baptist to the Jewish Leaders (John 1:19-28)

67 Custom

Vocabulary

Word Meaning
καί y, también
εἰμί yo soy; ser, existir
αὐτός, ή, ὁ mismo, por uno mismo
οὐ, οὐκ, οὐχ no
τὶς, τί quién, qué
ἐγώ yo
σύ tú, tu
Ἰωάννης, ου, ὁ Juan
ἵνα para que, que
ἐρωτάω preguntar; pedir, solicitar
οὖν entonces, por lo tanto
λέγω decir
προφήτης, ου, ὁ profeta
εἶπον Dije (aor. de λέγω)
ἐν en (con D)
βαπτίζω bautizar, lavarse
οὗτος, αὕτη, τοῦτο este, esta, esto
ἀποστέλλω enviar, despachar
ἐκ, ἐξ de (con G)
ὁμολογέω confesar, reconocer
Χριστός, οῦ, ὁ Ungido, Cristo
Ἠλίας, ου, ὁ Elías
ἀποκρίνομαι contestar
οὐδέ y no
ὑμεῖς, ὑμῶν ustedes
ὅς, ἥ, ὅ quién, cuál, qué
μαρτυρία, ας, ἡ testimonio
ὅτε cuando; mientras
πρός hacia; cerca, junto a (con A)
Ἰουδαῖος, ία, ον judío
Ἱεροσόλυμα, ων, τά Jerusalén
ἱερεύς, έως, ὁ sacerdote
Λευίτης, ου, ὁ levita
ἀρνέομαι negar
ὅτι que, porque
ἀπόκρισις, εως, ἡ respuesta

Biblical text

1:19Καὶ αὕτη ἐστὶν μαρτυρία τοῦ Ἰωάνου ὅτε ἀπέστειλαν πρὸς αὐτὸν οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευείτας ἵνα ἐρωτήσωσιν αὐτόν Σὺ τίς εἶ;20καὶ ὡμολόγησεν καὶ οὐκ ἠρνήσατο, καὶ ὡμολόγησεν ὅτι Ἐγὼ οὐκ εἰμὶ Χριστός.21καὶ ἠρώτησαν αὐτόν Τί οὖν; σὺ Ἡλείας εἶ; καὶ λέγει Οὐκ εἰμί. προφήτης εἶ σύ; καὶ ἀπεκρίθη Οὔ.22εἶπαν οὖν αὐτῷ Τίς εἶ; ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς· τί λέγεις περὶ σεαυτοῦ;23ἔφη Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ Εὐθύνατε τὴν ὁδὸν Κυρίου, καθὼς εἶπεν Ἡσαΐας προφήτης.24Καὶ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων.25καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπαν αὐτῷ Τί οὖν βαπτίζεις εἰ σὺ οὐκ εἶ Χριστὸς οὐδὲ Ἡλείας οὐδὲ προφήτης;26ἀπεκρίθη αὐτοῖς Ἰωάνης λέγων Ἐγὼ βαπτίζω ἐν ὕδατι· μέσος ὑμῶν στήκει ὃν ὑμεῖς οὐκ οἴδατε,27 ὀπίσω μου ἐρχόμενος, οὗ οὐκ εἰμὶ ἐγὼ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος.28Ταῦτα ἐν Βηθανίᾳ ἐγένετο πέραν τοῦ Ἰορδάνου, ὅπου ἦν Ἰωάνης βαπτίζων.