Witness of John the Baptist to the Jewish Leaders (John 1:19-28)

67 Custom

Vocabulary

Word Meaning
καί et, aussi
εἰμί je suis ; être
αὐτός, ή, ὁ lui; soi-même
οὐ, οὐκ, οὐχ non
τὶς, τί qui, que, quoi
ἐγώ je, moi
σύ toi, ton
Ἰωάννης, ου, ὁ Jean
ἵνα afin de, pour que; que
ἐρωτάω demander
οὖν donc, alors
λέγω dire
προφήτης, ου, ὁ prophète
εἶπον J'ai dit (aor. de λέγω)
ἐν dans, en (avec D)
βαπτίζω laver, baptiser
οὗτος, αὕτη, τοῦτο celui-ci, celle-ci, ceci
ἀποστέλλω envoyer
ἐκ, ἐξ de, hors de (avec G)
ὁμολογέω avouer, reconnaître
Χριστός, οῦ, ὁ l'Oint, Christ
Ἠλίας, ου, ὁ Élie
ἀποκρίνομαι répondre
οὐδέ et non
ὑμεῖς, ὑμῶν vous
ὅς, ἥ, ὅ qui, lequel, quelle
μαρτυρία, ας, ἡ témoignage
ὅτε quand ; pendant
πρός vers; près de, à côté de (avec A)
Ἰουδαῖος, ία, ον juif
Ἱεροσόλυμα, ων, τά Jérusalem
ἱερεύς, έως, ὁ prêtre
Λευίτης, ου, ὁ Lévite
ἀρνέομαι nier, renier
ὅτι que, parce que
ἀπόκρισις, εως, ἡ réponse

Biblical text

1:19Καὶ αὕτη ἐστὶν μαρτυρία τοῦ Ἰωάνου ὅτε ἀπέστειλαν πρὸς αὐτὸν οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευείτας ἵνα ἐρωτήσωσιν αὐτόν Σὺ τίς εἶ;20καὶ ὡμολόγησεν καὶ οὐκ ἠρνήσατο, καὶ ὡμολόγησεν ὅτι Ἐγὼ οὐκ εἰμὶ Χριστός.21καὶ ἠρώτησαν αὐτόν Τί οὖν; σὺ Ἡλείας εἶ; καὶ λέγει Οὐκ εἰμί. προφήτης εἶ σύ; καὶ ἀπεκρίθη Οὔ.22εἶπαν οὖν αὐτῷ Τίς εἶ; ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς· τί λέγεις περὶ σεαυτοῦ;23ἔφη Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ Εὐθύνατε τὴν ὁδὸν Κυρίου, καθὼς εἶπεν Ἡσαΐας προφήτης.24Καὶ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων.25καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπαν αὐτῷ Τί οὖν βαπτίζεις εἰ σὺ οὐκ εἶ Χριστὸς οὐδὲ Ἡλείας οὐδὲ προφήτης;26ἀπεκρίθη αὐτοῖς Ἰωάνης λέγων Ἐγὼ βαπτίζω ἐν ὕδατι· μέσος ὑμῶν στήκει ὃν ὑμεῖς οὐκ οἴδατε,27 ὀπίσω μου ἐρχόμενος, οὗ οὐκ εἰμὶ ἐγὼ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος.28Ταῦτα ἐν Βηθανίᾳ ἐγένετο πέραν τοῦ Ἰορδάνου, ὅπου ἦν Ἰωάνης βαπτίζων.