Resurrection of Jesus (Matthew 28:1-10)
Vocabulary
85
Greek
The passage describes the miraculous event of Jesus' resurrection. It highlights the emotions of fear, wonder, and joy experienced by the women who discover the empty tomb and encounter both an angel and Jesus himself. The text emphasizes the divine intervention in the form of an earthquake and the angel's appearance, as well as the fulfillment of Jesus' promise to rise from the dead. The women are given the crucial task of sharing the news of the resurrection with the disciples, setting the stage for the events that follow in the early Christian church.
Vocabulary
Word | Meaning | |
---|---|---|
ὀψέ | 늦게 | |
δέ | 그러나, 하지만 | |
σάββατον, ου, τό | 안식일 | |
ὁ, ἡ, τό | 그, 저 | |
ἐπιφώσκω | 빛나다 | |
εἰς | 에, 로 | |
ἔρχομαι | 오다, 가다 | |
Μαριάμ | 마리아 | |
Μαγδαληνή, ῆς, ἡ | 막달라 마리아 | |
καί | 그리고, 및 | |
ἄλλος, η, ο | 다른 | |
Μαρία, ας, ἡ | 마리아 | |
θεωρέω | 관찰하다 | |
τάφος, ου, ὁ | 무덤 | |
ἰδού | 보라! | |
σεισμός, οῦ, ὁ | 지진 | |
γίνομαι | 일어나다, 되다 | |
μέγας, μεγάλη, μέγα | 큰 | |
ἄγγελος, ου, ὁ | 천사, 사자 | |
γάρ | 왜냐하면 | |
κύριος, ου, ὁ | 주 | |
καταβαίνω | 내려가다 | |
ἐκ, ἐξ | 밖으로 | |
οὐρανός, οῦ, ὁ | 하늘 | |
προσέρχομαι | 다가가다 | |
ἀποκυλίω | 굴리다 | |
λίθος, ου, ὁ | 돌 | |
κάθημαι | 앉다 | |
ἐπάνω | 위에 | |
αὐτός, ή, ὁ | 그 자신 | |
εἰμί | 나는, 있다 | |
εἰδέα, ας, ἡ | 형태 | |
ὡς | 처럼 | |
ἀστραπή, ῆς, ἡ | 번개 | |
ἔνδυμα, τος, τό | 옷 | |
λευκός, ή, όν | 하얀 |
Biblical text
28:1Ὀψὲ δὲ σαββάτων, τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων, ἦλθεν Μαριὰμ ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία θεωρῆσαι τὸν τάφον.2καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας· ἄγγελος γὰρ Κυρίου καταβὰς ἐξ οὐρανοῦ καὶ προσελθὼν ἀπεκύλισεν τὸν λίθον καὶ ἐκάθητο ἐπάνω αὐτοῦ.3ἦν δὲ ἡ εἰδέα αὐτοῦ ὡς ἀστραπὴ, καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡς χιών.4ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες καὶ ἐγενήθησαν ὡς νεκροί.5ἀποκριθεὶς δὲ ὁ ἄγγελος εἶπεν ταῖς γυναιξίν Μὴ φοβεῖσθε ὑμεῖς· οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε·6οὐκ ἔστιν ὧδε· ἠγέρθη γὰρ καθὼς εἶπεν· δεῦτε ἴδετε τὸν τόπον ὅπου ἔκειτο.7καὶ ταχὺ πορευθεῖσαι εἴπατε τοῖς μαθηταῖς αὐτοῦ ὅτι Ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἰδοὺ προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν, ἐκεῖ αὐτὸν ὄψεσθε. ἰδοὺ εἶπον ὑμῖν.8καὶ ἀπελθοῦσαι ταχὺ ἀπὸ τοῦ μνημείου μετὰ φόβου καὶ χαρᾶς μεγάλης ἔδραμον ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ.9καὶ ἰδοὺ Ἰησοῦς ὑπήντησεν αὐταῖς λέγων Χαίρετε. αἱ δὲ προσελθοῦσαι ἐκράτησαν αὐτοῦ τοὺς πόδας καὶ προσεκύνησαν αὐτῷ.10τότε λέγει αὐταῖς ὁ Ἰησοῦς Μὴ φοβεῖσθε· ὑπάγετε ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν, κἀκεῖ με ὄψονται.