Jesus and John the Baptist (John 3:22-36)

100 Custom

Vocabulary

Word Meaning
Ἰησοῦς, οῦ, ὁ Jesús, Josué
διατρίβω pasar tiempo; alojarse
Αἰνών, ἡ Aenón
ἐγγύς cerca; cerca de
Σαλείμ, τό Salim
ὕδωρ, ὑδατος, τό agua; río
πολύς, πολλή, πολύ muchos, muchas
παραγίνομαι llegar, aparecer
οὔπω aún no
βάλλω echar; poner

Biblical text

3:22Μετὰ ταῦτα ἦλθεν Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὴν Ἰουδαίαν γῆν, καὶ ἐκεῖ διέτριβεν μετ’ αὐτῶν καὶ ἐβάπτιζεν.23ἦν δὲ καὶ Ἰωάνης βαπτίζων ἐν Αἰνὼν ἐγγὺς τοῦ Σαλείμ, ὅτι ὕδατα πολλὰ ἦν ἐκεῖ, καὶ παρεγίνοντο καὶ ἐβαπτίζοντο·24οὔπω γὰρ ἦν βεβλημένος εἰς τὴν φυλακὴν Ἰωάνης.25Ἐγένετο οὖν ζήτησις ἐκ τῶν μαθητῶν Ἰωάνου μετὰ Ἰουδαίου περὶ καθαρισμοῦ.26καὶ ἦλθον πρὸς τὸν Ἰωάνην καὶ εἶπαν αὐτῷ Ῥαββεί, ὃς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου, σὺ μεμαρτύρηκας, ἴδε οὗτος βαπτίζει καὶ πάντες ἔρχονται πρὸς αὐτόν.27ἀπεκρίθη Ἰωάνης καὶ εἶπεν Οὐ δύναται ἄνθρωπος λαμβάνειν οὐδὲν ἐὰν μὴ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ.28αὐτοὶ ὑμεῖς μοι μαρτυρεῖτε ὅτι εἶπον Οὐκ εἰμὶ ἐγὼ Χριστός, ἀλλ’ ὅτι Ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου.29 ἔχων τὴν νύμφην νυμφίος ἐστίν· δὲ φίλος τοῦ νυμφίου ἑστηκὼς καὶ ἀκούων αὐτοῦ, χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου. αὕτη οὖν χαρὰ ἐμὴ πεπλήρωται.30ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι.31 ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν· ὢν ἐκ τῆς γῆς ἐκ τῆς γῆς ἐστιν καὶ ἐκ τῆς γῆς λαλεῖ. ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος ἐπάνω πάντων ἐστίν·32 ἑώρακεν καὶ ἤκουσεν, τοῦτο μαρτυρεῖ, καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει.33 λαβὼν αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι Θεὸς ἀληθής ἐστιν.34ὃν γὰρ ἀπέστειλεν Θεὸς τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ· οὐ γὰρ ἐκ μέτρου δίδωσιν τὸ Πνεῦμα.35 Πατὴρ ἀγαπᾷ τὸν Υἱόν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ.36 πιστεύων εἰς τὸν Υἱὸν ἔχει ζωὴν αἰώνιον· δὲ ἀπειθῶν τῷ Υἱῷ οὐκ ὄψεται ζωήν, ἀλλ’ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ’ αὐτόν.