Greatest Commandment (Matthew 22:34-46)

76 Custom

Vocabulary

Word Meaning
ὁ, ἡ, τό der, die, das
αὐτός, ή, ὁ er, er selbst
σύ du
καί und, auch
ἐν in, auf, an, bei (mit D)
aSGVtjfqHhs8oNZT3OJPylQMi5WmzcYukEv43808 κύριος, ου, ὁ Herr
δέ jedoch, aber
7x1SAvFltX9Cnw26EVPuNQ4iDHBmqeLYT83M4454 ὅλος, η, ον ganz vollständig; ganz unbeschädigt
λέγω sagen
ἐπερωτάω fragen; bitten

Biblical text

22:34Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες ὅτι ἐφίμωσεν τοὺς Σαδδουκαίους, συνήχθησαν ἐπὶ τὸ αὐτό,35καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν νομικὸς πειράζων αὐτόν36Διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ;37ὁ δὲ ἔφη αὐτῷ Ἀγαπήσεις κύριον τὸν Θεόν σου ἐν ὅλῃ τῇ καρδίᾳ σου καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου.38αὕτη ἐστὶν ἡ μεγάλη καὶ πρώτη ἐντολή.39δευτέρα ὁμοία αὐτῇ Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.40ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος κρέμαται καὶ οἱ προφῆται.41Συνηγμένων δὲ τῶν Φαρισαίων ἐπηρώτησεν αὐτοὺς ὁ Ἰησοῦς42λέγων Τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; τίνος υἱός ἐστιν; λέγουσιν αὐτῷ Τοῦ Δαυείδ.43λέγει αὐτοῖς Πῶς οὖν Δαυεὶδ ἐν Πνεύματι καλεῖ αὐτὸν Κύριον λέγων44Εἶπεν Κύριος τῷ Κυρίῳ μου Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποκάτω τῶν ποδῶν σου;45εἰ οὖν Δαυεὶδ καλεῖ αὐτὸν Κύριον, πῶς υἱὸς αὐτοῦ ἐστιν;46καὶ οὐδεὶς ἐδύνατο ἀποκριθῆναι αὐτῷ λόγον, οὐδὲ ἐτόλμησέν τις ἀπ’ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι.