Birth of Jesus (Matthew 1:18-25)

76 Custom

Vocabulary

Word Meaning
ὁ, ἡ, τό the
δέ however, but
Ἰησοῦς, οῦ, ὁ Jesus, Joshua
Χριστός, οῦ, ὁ Anointed, Christ
γένεσις, εως, ἡ birth
οὕτως in this manner
εἰμί I am; be
μήτηρ, τρος, ἡ mother
αὐτός, ή, ὁ he; self
Μαρία, ας, ἡ Mary
Ἰωσήφ, ὁ Joseph
πρίν before
or
συνέρχομαι assemble; travel with
εὑρίσκω find
ἐν in (with D)
γαστήρ, τρός, ὁ belly
ἔχω have
ἐκ, ἐξ from, out of (with G)
πνεῦμα, τος, τό spirit; breath
ἅγιος, α, ον holy
ἀνήρ, ἀνδρός, ὁ man; husband
δίκαιος, αία, ον just, righteous
καί and
μή not
θέλω will; wish to have
δειγματίζω expose; disgrace
βούλομαι wish
λάθρᾳ secretly
ἀπολύω release
οὗτος, αὕτη, τοῦτο this
ἐνθυμέομαι reflect (on)
ἰδού behold, look
ἄγγελος, ου, ὁ messenger
κύριος, ου, ὁ Lord
κατά against, with (with G); according to, by, at (with A)
ὄναρ, τό dream
φαίνω shine; appear
λέγω say
υἱός, οῦ, ὁ son
Δαυίδ, ὁ David
παραλαμβάνω to receive
γυνή, αικός, ἡ woman
σύ you, your
γάρ for
γεννάω bear; beget
τίκτω give birth
καλέω call, summon
ὄνομα, τος, τό name
σῴζω save
λαός, οῦ, ὁ people
ἀπό from, away from (with G)
ἁμαρτία, ας, ἡ sin
ὅλος, η, ον whole
γίνομαι to happen, become
ἵνα in order that; that
πληρόω fill
εἶπον I said (aor. of λέγω)
ὑπό by, from (s G); under (with A)
διά through (with G); for, therefore (with A)
προφήτης, ου, ὁ prophet
παρθένος, ου, ἡ virgin
Ἐμμανουήλ, ὁ Emmanuel
ὅς, ἥ, ὅ who, which

Biblical text

1:18Τοῦ δὲ Ἰησοῦ Χριστοῦ γένεσις οὕτως ἦν. μνηστευθείσης τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος Ἁγίου.19Ἰωσὴφ δὲ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν δειγματίσαι, ἐβουλήθη λάθρᾳ ἀπολῦσαι αὐτήν.20ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος Κυρίου κατ’ ὄναρ ἐφάνη αὐτῷ λέγων Ἰωσὴφ υἱὸς Δαυείδ, μὴ φοβηθῇς παραλαβεῖν Μαρίαν τὴν γυναῖκά σου, τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν Ἁγίου·21τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.22Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ Κυρίου διὰ τοῦ προφήτου λέγοντος23Ἰδοὺ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσιν τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ἐστιν μεθερμηνευόμενον Μεθ’ ἡμῶν Θεός.24ἐγερθεὶς δὲ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ ἄγγελος Κυρίου, καὶ παρέλαβεν τὴν γυναῖκα αὐτοῦ·25καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκεν υἱόν· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.