Testimonies About Son (John 5:31-47)

86 Custom

In this passage, Jesus addresses the Jewish leaders, highlighting various testimonies that confirm His divine authority. He first mentions that self-testimony isn't valid but alludes to other witnesses. He references John the Baptist, noting the brief joy the leaders found in his teachings. However, Jesus has even greater testimonies: His miraculous works and the Father Himself. Jesus challenges the leaders, saying they study the Scriptures seeking eternal life but miss that these Scriptures point to Him. They don't come to Jesus for life, showing they don't have God's love in their hearts. They seek human praise over divine approval. Finally, Jesus says if they truly believed Moses, they'd believe Him, for Moses wrote about Him. Their unbelief in Moses indicates they won't believe Jesus' words.

Vocabulary

Word Meaning
ἐάν if, when, ever
ἐγώ I
μαρτυρέω testify
περί about, concerning; for, because (with G); around; about (with A)
ἐμαυτοῦ, ῆς myself
ὁ, ἡ, τό the
μαρτυρία, ας, ἡ testimony
οὐ, οὐκ, οὐχ no
εἰμί I am; be
ἀληθής, ές truthful, righteous

Biblical text

5:31Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, μαρτυρία μου οὐκ ἔστιν ἀληθής·32ἄλλος ἐστὶν μαρτυρῶν περὶ ἐμοῦ, καὶ οἶδα ὅτι ἀληθής ἐστιν μαρτυρία ἣν μαρτυρεῖ περὶ ἐμοῦ.33ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάνην, καὶ μεμαρτύρηκεν τῇ ἀληθείᾳ·34ἐγὼ δὲ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω, ἀλλὰ ταῦτα λέγω ἵνα ὑμεῖς σωθῆτε.35ἐκεῖνος ἦν λύχνος καιόμενος καὶ φαίνων, ὑμεῖς δὲ ἠθελήσατε ἀγαλλιαθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ.36ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν μείζω τοῦ Ἰωάνου· τὰ γὰρ ἔργα δέδωκέν μοι Πατὴρ ἵνα τελειώσω αὐτά, αὐτὰ τὰ ἔργα ποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ ὅτι Πατήρ με ἀπέσταλκεν.37καὶ πέμψας με Πατὴρ, ἐκεῖνος μεμαρτύρηκεν περὶ ἐμοῦ. οὔτε φωνὴν αὐτοῦ πώποτε ἀκηκόατε οὔτε εἶδος αὐτοῦ ἑωράκατε,38καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε ἐν ὑμῖν μένοντα, ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος, τούτῳ ὑμεῖς οὐ πιστεύετε.39ἐραυνᾶτε τὰς γραφάς, ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν· καὶ ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ·40καὶ οὐ θέλετε ἐλθεῖν πρός με ἵνα ζωὴν ἔχητε.41Δόξαν παρὰ ἀνθρώπων οὐ λαμβάνω,42ἀλλὰ ἔγνωκα ὑμᾶς ὅτι τὴν ἀγάπην τοῦ Θεοῦ οὐκ ἔχετε ἐν ἑαυτοῖς.43ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐ λαμβάνετέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήμψεσθε.44πῶς δύνασθε ὑμεῖς πιστεῦσαι, δόξαν παρὰ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητεῖτε;45μὴ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν Πατέρα· ἔστιν κατηγορῶν ὑμῶν Μωϋσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε.46εἰ γὰρ ἐπιστεύετε Μωϋσεῖ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.47εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύετε, πῶς τοῖς ἐμοῖς ῥήμασιν πιστεύσετε;