Stilling of the Storm (Matthew 8:23-27)
Vocabulary
40
Greek
Vocabulary
Word | Meaning | |
---|---|---|
ὁ, ἡ, τό | o, a, os, as | |
καί | e | |
αὐτός, ή, ὁ | ele, ele mesmo | |
θάλασσα, ης, ἡ | mar | |
λέγω | dizer | |
πλοῖον, ου, τό | barco | |
μέγας, μεγάλη, μέγα | grande | |
γίνομαι | tornar-se, acontecer | |
δέ | mas, porém | |
ἐγείρω | acordar |
Biblical text
8:23Καὶ ἐμβάντι αὐτῷ εἰς τὸ πλοῖον ἠκολούθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ.24καὶ ἰδοὺ σεισμὸς μέγας ἐγένετο ἐν τῇ θαλάσσῃ, ὥστε τὸ πλοῖον καλύπτεσθαι ὑπὸ τῶν κυμάτων· αὐτὸς δὲ ἐκάθευδεν.25καὶ προσελθόντες ἤγειραν αὐτὸν λέγοντες Κύριε, σῶσον, ἀπολλύμεθα.26καὶ λέγει αὐτοῖς Τί δειλοί ἐστε, ὀλιγόπιστοι; τότε ἐγερθεὶς ἐπετίμησεν τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη.27οἱ δὲ ἄνθρωποι ἐθαύμασαν λέγοντες Ποταπός ἐστιν οὗτος ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα αὐτῷ ὑπακούουσιν;