John the Baptist (Matthew 3:1-12)

121 Custom

Vocabulary

Word Meaning
ὁ, ἡ, τό the
αὐτός, ή, ὁ he; self
καί and
ἐν in (with D)
δέ however, but
λέγω say
εἰμί I am; be
ὑμεῖς, ὑμῶν you
γάρ for
ποιέω make, do
πᾶς, πᾶσα, πᾶν all
βαπτίζω wash, baptize
εἰς to; in (with A)
πῦρ, ός, τό fire
ἐγώ I
Ἰωάννης, ου, ὁ John
ἔρημος, ον desert
Ἰουδαία, ας, ἡ Judea
οὗτος, αὕτη, τοῦτο this
εἶπον I said (aor. of λέγω)
ἔχω have
ἀπό from, away from (with G)
πρός towards; near, at, by (with A)
Ἰορδάνης, ου, ὁ the Jordan
KlvXzdLHygkGQWiat84IEosUCcMuNDZPxnB02676 ἔρχομαι come, go
οὖν so, therefore
κάρπος, οῦ, ὁ fruit, crops; benefit
μετάνοια, ας, ἡ repentance
μή not
Ἀβραάμ, ὁ Abraham
δένδρον, ου, τό tree
ὅς, ἥ, ὅ who, which
ἡμέρα, ας, ἡ day
ἐκεῖνος, η, ο that
παραγίνομαι come, arrive
βαπτιστής, οῦ, ὁ Baptist
κηρύσσω proclaim; announce
μετανοέω change one’s mind
ἐγγίζω to approach
βασιλεία, ας, ἡ kingdom
οὐρανός, οῦ, ὁ heaven
διά through (with G); for, therefore (with A)
Ἠσαΐας, ου, ὁ Isaiah
προφήτης, ου, ὁ prophet
φωνή, ῆς, ἡ voice, sound
βοάω call
ἑτοιμάζω prepare
ὁδός, οῦ, ἡ way
κύριος, ου, ὁ Lord
εὐθύς at once, immediately
τρίβος, ου, ἡ path
ἔνδυμα, τος, τό garment
θρίξ, τριχός, ἡ hair
κάμηλος, ου, ὁ camel
ζώνη, ης, ἡ belt, girdle
δερμάτινος, η, ον leather (made of)
περί about, concerning; for, because (with G); around; about (with A)
ὀσφῦς, ύος, ἡ waist, loins
MuwFf1Jq5OrVD9XHK0dejcAP2So8pYL6zxbN6301 τροφή, ῆς, ἡ nourishment, food
ἀκρίς, ίδος, ἡ locust
GZwP20YqmFkvts1EenaBNM3XL79JbgoAVuij4057 μέλι, ιτος, τό honey
ἄγριος, ία, ον wild
τότε then; at that time
ἐκπορεύομαι to come, go out

Biblical text

3:1Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις παραγίνεται Ἰωάνης βαπτιστὴς κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας,2λέγων Μετανοεῖτε· ἤγγικεν γὰρ βασιλεία τῶν οὐρανῶν.3οὗτος γάρ ἐστιν ῥηθεὶς διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.4Αὐτὸς δὲ Ἰωάνης εἶχεν τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ· δὲ τροφὴ ἦν αὐτοῦ ἀκρίδες καὶ μέλι ἄγριον.5Τότε ἐξεπορεύετο πρὸς αὐτὸν Ἱεροσόλυμα καὶ πᾶσα Ἰουδαία καὶ πᾶσα περίχωρος τοῦ Ἰορδάνου,6καὶ ἐβαπτίζοντο ἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπ’ αὐτοῦ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.7Ἰδὼν δὲ πολλοὺς τῶν Φαρισαίων καὶ Σαδδουκαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα εἶπεν αὐτοῖς Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;8ποιήσατε οὖν καρπὸν ἄξιον τῆς μετανοίας·9καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς Πατέρα ἔχομεν τὸν Ἀβραάμ· λέγω γὰρ ὑμῖν ὅτι δύναται Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ.10ἤδη δὲ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.11ἐγὼ μὲν ὑμᾶς βαπτίζω ἐν ὕδατι εἰς μετάνοιαν· δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μού ἐστιν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι Ἁγίῳ καὶ πυρί·12οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ, καὶ συνάξει τὸν σῖτον αὐτοῦ εἰς τὴν ἀποθήκην, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.