John the Baptist (Matthew 3:1-12)

121 Custom

Vocabulary

Word Meaning
ὁ, ἡ, τό el, la, lo
αὐτός, ή, ὁ mismo, por uno mismo
καί y, también
ἐν en (con D)
δέ pero, mas
λέγω decir
εἰμί yo soy; ser, existir
ὑμεῖς, ὑμῶν ustedes
γάρ porque, pues
ποιέω hacer, realizar
πᾶς, πᾶσα, πᾶν todo, todos
βαπτίζω bautizar, lavarse
εἰς a; en (con A)
πῦρ, ός, τό fuego
ἐγώ yo
Ἰωάννης, ου, ὁ Juan
ἔρημος, ον desierto
Ἰουδαία, ας, ἡ Judea
οὗτος, αὕτη, τοῦτο este, esta, esto
εἶπον Dije (aor. de λέγω)
ἔχω tener; sostener
ἀπό de, desde (con G)
πρός hacia; cerca, junto a (con A)
Ἰορδάνης, ου, ὁ Jordán
KlvXzdLHygkGQWiat84IEosUCcMuNDZPxnB02676 ἔρχομαι venir, llegar; ir
οὖν entonces, por lo tanto
κάρπος, οῦ, ὁ fruto, cosecha; beneficio
μετάνοια, ας, ἡ arrepentimiento
μή no
Ἀβραάμ, ὁ Abraham
δένδρον, ου, τό árbol
ὅς, ἥ, ὅ quién, cuál, qué
ἡμέρα, ας, ἡ día
ἐκεῖνος, η, ο aquel, aquella, aquello
παραγίνομαι llegar, aparecer
βαπτιστής, οῦ, ὁ bautista

Biblical text

3:1Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις παραγίνεται Ἰωάνης βαπτιστὴς κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας,2λέγων Μετανοεῖτε· ἤγγικεν γὰρ βασιλεία τῶν οὐρανῶν.3οὗτος γάρ ἐστιν ῥηθεὶς διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.4Αὐτὸς δὲ Ἰωάνης εἶχεν τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ· δὲ τροφὴ ἦν αὐτοῦ ἀκρίδες καὶ μέλι ἄγριον.5Τότε ἐξεπορεύετο πρὸς αὐτὸν Ἱεροσόλυμα καὶ πᾶσα Ἰουδαία καὶ πᾶσα περίχωρος τοῦ Ἰορδάνου,6καὶ ἐβαπτίζοντο ἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπ’ αὐτοῦ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.7Ἰδὼν δὲ πολλοὺς τῶν Φαρισαίων καὶ Σαδδουκαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα εἶπεν αὐτοῖς Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;8ποιήσατε οὖν καρπὸν ἄξιον τῆς μετανοίας·9καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς Πατέρα ἔχομεν τὸν Ἀβραάμ· λέγω γὰρ ὑμῖν ὅτι δύναται Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ.10ἤδη δὲ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.11ἐγὼ μὲν ὑμᾶς βαπτίζω ἐν ὕδατι εἰς μετάνοιαν· δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μού ἐστιν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι Ἁγίῳ καὶ πυρί·12οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ, καὶ συνάξει τὸν σῖτον αὐτοῦ εἰς τὴν ἀποθήκην, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.