Jesus the Great High Priest (Hebrews 4:14-5:10)

107 Custom

Vocabulary

Word Meaning
ἔχω mít
οὖν tedy
ἀρχιερεύς, έως, ὁ velekněz, přední kněz
μέγας, μεγάλη, μέγα velký
διέρχομαι procházet
ὁ, ἡ, τό ten, ta, to
οὐρανός, οῦ, ὁ nebe
Ἰησοῦς, οῦ, ὁ Ježíš, Jozue
υἱός, οῦ, ὁ syn
θεός, οῦ, ὁ Bůh
κρατέω držet, zmocnit se
ὁμολογία, ας, ἡ vyznání; vyznávání
οὐ, οὐκ, οὐχ ne
γάρ neboť, vždyť, totiž
μή ne
δύναμαι moci, být schopen
συμπαθέω mít soucit
ἀσθένεια, ας, ἡ slabost; nemoc
ἡμεῖς, ἡμῶν my
πειράζω zkoušet; pokoušet
δέ ale, avšak, však
κατά s, proti (s G); podle, na způsob; po, k, v (s A)
πᾶς, πᾶσα, πᾶν vše
ὁμοιότης, ητος, ἡ rovnost; podobnost
χωρίς odděleně, zvlášť; bez, mimo (s G)
ἁμαρτία, ας, ἡ hřích
προσέρχομαι přicházet, jít k
μετά s; spolu (s G); po, za (s A)
παρρησία, ας, ἡ otevřenost, neohroženost
θρόνος, ου, ὁ křeslo, trůn
χάρις, ιτος, ἡ přízeň; milost
ἵνα aby; že, takže
λαμβάνω vzít, přijmout
ἔλεος, ους, τό soucit, milosrdenství
καί a, i
εὑρίσκω najít

Biblical text

4:14Ἔχοντες οὖν ἀρχιερέα μέγαν διεληλυθότα τοὺς οὐρανούς, Ἰησοῦν τὸν Υἱὸν τοῦ Θεοῦ, κρατῶμεν τῆς ὁμολογίας.15οὐ γὰρ ἔχομεν ἀρχιερέα μὴ δυνάμενον συνπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν, πεπειρασμένον δὲ κατὰ πάντα καθ’ ὁμοιότητα χωρὶς ἁμαρτίας.16προσερχώμεθα οὖν μετὰ παρρησίας τῷ θρόνῳ τῆς χάριτος, ἵνα λάβωμεν ἔλεος καὶ χάριν εὕρωμεν εἰς εὔκαιρον βοήθειαν.1Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν Θεόν, ἵνα προσφέρῃ δῶρά τε καὶ θυσίας ὑπὲρ ἁμαρτιῶν,2μετριοπαθεῖν δυνάμενος τοῖς ἀγνοοῦσιν καὶ πλανωμένοις, ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειαν,3καὶ δι’ αὐτὴν ὀφείλει, καθὼς περὶ τοῦ λαοῦ, οὕτως καὶ περὶ ἑαυτοῦ προσφέρειν περὶ ἁμαρτιῶν.4καὶ οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμήν, ἀλλὰ καλούμενος ὑπὸ τοῦ Θεοῦ, καθώσπερ καὶ Ἀαρών.5Οὕτως καὶ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασεν γενηθῆναι ἀρχιερέα, ἀλλ’ λαλήσας πρὸς αὐτόν Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε·6καθὼς καὶ ἐν ἑτέρῳ λέγει Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισέδεκ.7ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σῴζειν αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας,8καίπερ ὢν Υἱός, ἔμαθεν ἀφ’ ὧν ἔπαθεν τὴν ὑπακοήν,9καὶ τελειωθεὶς ἐγένετο πᾶσιν τοῖς ὑπακούουσιν αὐτῷ αἴτιος σωτηρίας αἰωνίου,10προσαγορευθεὶς ὑπὸ τοῦ Θεοῦ ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισέδεκ.