Greeting to the Seven Churches (Revelation 1:4-8)
Vocabulary
Word | Meaning | |
---|---|---|
ὁ, ἡ, τό | ten, ta, to | |
καί | a, i | |
αὐτός, ή, ὁ | on, on sám | |
εἰμί | jsem; být | |
ἡμεῖς, ἡμῶν | my | |
ἀπό | od, z (s G) | |
ἔρχομαι | přijít, jít | |
ἑπτά | sedm | |
ἐν | v, ve (s D) | |
γῆ, ῆς, ἡ | země | |
θεός, οῦ, ὁ | Bůh | |
αἰών, ῶνος, ὁ | věk | |
ἀμήν | amen | |
πᾶς, πᾶσα, πᾶν | vše | |
Ἰωάννης, ου, ὁ | Jan | |
ἐκκλησία, ας, ἡ | církev, shromáždění lidu | |
Ἀσία, ας, ἡ | Asie | |
χάρις, ιτος, ἡ | přízeň; milost | |
ὑμεῖς, ὑμῶν | vy | |
εἰρήνη, ης, ἡ | mír, pokoj | |
πνεῦμα, τος, τό | duch; vítr | |
ὅς, ἥ, ὅ | který, kdo, co | |
ἐνώπιον | před (s G) | |
θρόνος, ου, ὁ | křeslo, trůn | |
Ἰησοῦς, οῦ, ὁ | Ježíš, Jozue | |
Χριστός, οῦ, ὁ | Pomazaný, Kristus | |
μάρτυς, μάρτυρος, ὁ | svědek | |
πιστός, ή, όν | věrný, spolehlivý | |
πρωτότοκος, ον | prvorozený | |
νεκρός, ά, όν | mrtvý | |
ἄρχων, οντος, ὁ | předák; vládce, kníže | |
βασιλεύς, έως, ὁ | král | |
ἀγαπάω | milovat, mít rád | |
λύω | rozvazovat, uvolňovat | |
ἐκ, ἐξ | z, od (s G) | |
ἁμαρτία, ας, ἡ | hřích |
Biblical text
1:4Ἰωάνης ταῖς ἑπτὰ ἐκκλησίαις ταῖς ἐν τῇ Ἀσίᾳ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος, καὶ ἀπὸ τῶν ἑπτὰ Πνευμάτων ἃ ἐνώπιον τοῦ θρόνου αὐτοῦ,5καὶ ἀπὸ Ἰησοῦ Χριστοῦ, ὁ μάρτυς ὁ πιστός, ὁ πρωτότοκος τῶν νεκρῶν καὶ ὁ ἄρχων τῶν βασιλέων τῆς γῆς. Τῷ ἀγαπῶντι ἡμᾶς καὶ λύσαντι ἡμᾶς ἐκ τῶν ἁμαρτιῶν ἡμῶν ἐν τῷ αἵματι αὐτοῦ,6καὶ ἐποίησεν ἡμᾶς βασιλείαν, ἱερεῖς τῷ Θεῷ καὶ Πατρὶ αὐτοῦ, αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.7Ἰδοὺ ἔρχεται μετὰ τῶν νεφελῶν, καὶ ὄψεται αὐτὸν πᾶς ὀφθαλμὸς καὶ οἵτινες αὐτὸν ἐξεκέντησαν, καὶ κόψονται ἐπ’ αὐτὸν πᾶσαι αἱ φυλαὶ τῆς γῆς. ναί, ἀμήν.8Ἐγώ εἰμι τὸ Ἄλφα καὶ τὸ Ὦ, λέγει Κύριος ὁ Θεός, ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος, ὁ Παντοκράτωρ.