Cleansing of the Temple (Mark 11:15-19)
Vocabulary
Word | Meaning | |
---|---|---|
ὑμεῖς, ὑμῶν | vy | |
δέ | ale, avšak, však | |
ποιέω | dělat | |
σπήλαιον, ου, τό | jeskyně; doupě; pohřební komora | |
λῃστής, οῦ, ὁ | lupič, bandita; zločinec | |
ἀκούω | slyšet, poslouchat | |
ἀρχιερεύς, έως, ὁ | velekněz, přední kněz | |
γραμματεύς, έως, ὁ | zákoník, znalec písma | |
ζητέω | hledat | |
πῶς | jak? | |
ἀπόλλυμι | zničit, zahubit; ztratit | |
ὄχλος, ου, ὁ | lid, zástup, dav | |
ἐπί | na, nad (s G, D, A); na základě (s D); k, proti (s A) | |
διδαχή, ῆς, ἡ | učení, vyučování; nauka | |
ὅταν | když | |
ὀψέ | pozdě, po | |
γίνομαι | dít se, stát se | |
ἐκπορεύομαι | vycházím | |
ἔξω | venku, vně | |
πόλις, εως, ἡ | město |
Biblical text
11:15Καὶ ἔρχονται εἰς Ἱεροσόλυμα. Καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας καὶ τοὺς ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς κατέστρεψεν,16καὶ οὐκ ἤφιεν ἵνα τις διενέγκῃ σκεῦος διὰ τοῦ ἱεροῦ,17καὶ ἐδίδασκεν καὶ ἔλεγεν αὐτοῖς Οὐ γέγραπται ὅτι Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσιν τοῖς ἔθνεσιν; ὑμεῖς δὲ πεποιήκατε αὐτὸν σπήλαιον λῃστῶν.18καὶ ἤκουσαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς, καὶ ἐζήτουν πῶς αὐτὸν ἀπολέσωσιν· ἐφοβοῦντο γὰρ αὐτόν, πᾶς γὰρ ὁ ὄχλος ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.19Καὶ ὅταν ὀψὲ ἐγένετο, ἐξεπορεύοντο ἔξω τῆς πόλεως.