Back

Witness of John the Baptist to the Jewish Leaders (John 1:19-28)

Vocabulary
67
Greek
cs en de
3
Custom training

Items

Word Meaning
καί and
εἰμί I am; be, exist
αὐτός, ή, ὁ he; self
οὐ, οὐκ, οὐχ no
τὶς, τί who, which, what
ἐγώ I
σύ you, your
Ἰωάννης, ου, ὁ John
ἵνα in order that; that
ἐρωτάω ask, request
οὖν so, therefore
λέγω say
προφήτης, ου, ὁ prophet
εἶπον said (aor. of λέγω)
ἐν in (with D)
βαπτίζω wash, baptize
οὗτος, αὕτη, τοῦτο this
ἀποστέλλω send away, send out

Biblical text

1:19Καὶ αὕτη ἐστὶν μαρτυρία τοῦ Ἰωάνου ὅτε ἀπέστειλαν πρὸς αὐτὸν οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευείτας ἵνα ἐρωτήσωσιν αὐτόν Σὺ τίς εἶ;20καὶ ὡμολόγησεν καὶ οὐκ ἠρνήσατο, καὶ ὡμολόγησεν ὅτι Ἐγὼ οὐκ εἰμὶ Χριστός.21καὶ ἠρώτησαν αὐτόν Τί οὖν; σὺ Ἡλείας εἶ; καὶ λέγει Οὐκ εἰμί. προφήτης εἶ σύ; καὶ ἀπεκρίθη Οὔ.22εἶπαν οὖν αὐτῷ Τίς εἶ; ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς· τί λέγεις περὶ σεαυτοῦ;23ἔφη Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ Εὐθύνατε τὴν ὁδὸν Κυρίου, καθὼς εἶπεν Ἡσαΐας προφήτης.24Καὶ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων.25καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπαν αὐτῷ Τί οὖν βαπτίζεις εἰ σὺ οὐκ εἶ Χριστὸς οὐδὲ Ἡλείας οὐδὲ προφήτης;26ἀπεκρίθη αὐτοῖς Ἰωάνης λέγων Ἐγὼ βαπτίζω ἐν ὕδατι· μέσος ὑμῶν στήκει ὃν ὑμεῖς οὐκ οἴδατε,27 ὀπίσω μου ἐρχόμενος, οὗ οὐκ εἰμὶ ἐγὼ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος.28Ταῦτα ἐν Βηθανίᾳ ἐγένετο πέραν τοῦ Ἰορδάνου, ὅπου ἦν Ἰωάνης βαπτίζων.