The Prayer in the Gethsemane Garden (Matthew 26:36-46)
Vocabulary
94
Greek
Prayer in the Garden of Gethsemane is one of the most painfull prayer in the whole New Testament. This is a very difficult time in the ministry of Jesus. He is struggling in the final moments to take the final sacrificial step in his incarnation.
Vocabulary
Word | Meaning | |
---|---|---|
Ἰησοῦς, οῦ, ὁ | 예수 | |
χωρίον, ου, τό | 장소 | |
Γεθσημανί | 겟세마네 | |
καθίζω | 앉다 | |
αὐτοῦ | 그곳에 | |
ὅς, ἥ, ὅ | 누가, 어떤 | |
ἐκεῖ | 거기 | |
παραλαμβάνω | 받다 | |
δύο | 둘 | |
Ζεβεδαῖος, ου, ὁ | 세베대 | |
ἄρχω | 시작하다; 다스리다 | |
λυπέω | 슬프게 하다 | |
ἀδημονέω | 초조하다 | |
περίλυπος, ον | 매우 슬픈 | |
ψυχή, ῆς, ἡ | 영혼 | |
θάνατος, ου, ὁ | 죽음 | |
μένω | 머물다 | |
ὧδε | 여기 | |
προέρχομαι | 앞으로 나아가다 | |
μικρός, ά, όν | 작은 | |
πίπτω | 떨어지다 | |
ἐπί | 위에, ~에 | |
πρόσωπον, ου, τό | 얼굴 | |
δυνατός, ή, όν | 가능한 | |
ἀπό | ~로부터 | |
ποτήριον, ου, τό | 잔 | |
πλήν | 그러나 | |
θέλω | 원하다 | |
ἀλλά | 하지만 | |
οὕτως | 이렇게 | |
ἰσχύω | 강하다 | |
εἰς | 에, 로 | |
ἵνα | 위해서 | |
εἰσέρχομαι | 들어가다 | |
πειρασμός, οῦ, ὁ | 시험 | |
μέν | 그리고, 확실히 |
Biblical text
26:36Τότε ἔρχεται μετ’ αὐτῶν ὁ Ἰησοῦς εἰς χωρίον λεγόμενον Γεθσημανεί, καὶ λέγει τοῖς μαθηταῖς Καθίσατε αὐτοῦ ἕως οὗ ἀπελθὼν ἐκεῖ προσεύξωμαι.37καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν.38τότε λέγει αὐτοῖς Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε μετ’ ἐμοῦ.39καὶ προελθὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων Πάτερ μου, εἰ δυνατόν ἐστιν, παρελθάτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω ἀλλ’ ὡς σύ.40καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ Οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ’ ἐμοῦ;41γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.42πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο λέγων Πάτερ μου, εἰ οὐ δύναται τοῦτο παρελθεῖν ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου.43καὶ ἐλθὼν πάλιν εὗρεν αὐτοὺς καθεύδοντας, ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι.44καὶ ἀφεὶς αὐτοὺς πάλιν ἀπελθὼν προσηύξατο ἐκ τρίτου, τὸν αὐτὸν λόγον εἰπὼν πάλιν.45τότε ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ λέγει αὐτοῖς Καθεύδετε λοιπὸν καὶ ἀναπαύεσθε· ἰδοὺ ἤγγικεν ἡ ὥρα καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν.46ἐγείρεσθε, ἄγωμεν· ἰδοὺ ἤγγικεν ὁ παραδιδούς με.