Jesus and the adulteress (John 8:1-11)

82 Custom

Vocabulary

Word Meaning
ὁ, ἡ, τό the
δέ however, but
αὐτός, ή, ὁ he; self
καί and
Ἰησοῦς, οῦ, ὁ Jesus, Joshua
εἰς to; in (with A)
γυνή, αικός, ἡ woman
εἶπον I said (aor. of λέγω)
ἐπί on (with G, D, A); on the account of (with D); against (with A)
ἐν in (with D)

Biblical text

8:1Ἰησοῦς δὲ ἐπορεύθη εἰς τὸ ὄρος τῶν ἐλαιῶν.2Ὄρθρου δὲ πάλιν παρεγένετο εἰς τὸ ἱερόν, καὶ πᾶς λαὸς ἤρχετο πρὸς αὐτόν. καὶ καθίσας ἐδίδασκεν αὐτούς.3ἄγουσι δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι πρὸς αὐτὸν γυναῖκα ἐν μοιχείᾳ κατειλημμένην, καὶ στήσαντες αὐτὴν ἐν μέσῳ,4λέγουσιν αὐτῷ, Διδάσκαλε, αὕτη γυνὴ κατελήφθη ἐπαυτοφώρῳ μοιχευομένη.5ἐν δὲ τῷ νόμῳ Μωσῆς ἡμῖν ἐνετείλατο τὰς τοιαύτας λιθοβολεῖσθαι· σὺ οὖν τί λέγεις;6τοῦτο δὲ ἔλεγον πειράζοντες αὐτόν, ἵνα ἔχωσι κατηγορεῖν αὐτοῦ. δὲ Ἰησοῦς κάτω κύψας, τῷ δακτύλῳ ἔγραφεν εἰς τὴν γῆν·7ὡς δὲ ἐπέμενον ἐρωτῶντες αὐτόν, ἀνάκυψας εἶπε πρὸς αὐτοὺς, ἀναμάρτητος ὑμῶν πρῶτος τὸν λίθον ἐπ’ αὐτῇ βαλέτω.8καὶ πάλιν κάτω κύψας ἔγραφεν εἰς τὴν γῆν.9οἱ δὲ, ἀκούσαντες καὶ ὑπὸ τῆς συνειδήσεως ἐλεγχόμενοι, ἐξήρχοντο εἷς καθεῖς, ἀρξάμενοι ἀπὸ τῶν πρεσβυτέρων ἕως τῶν ἐσχάτων· καὶ κατελείφθη μόνος Ἰησοῦς, καὶ γυνὴ ἐν μέσῳ ἑστῶσα.10ἀνακύψας δὲ Ἰησοῦς, καὶ μηδένα θεασάμενος πλὴν τῆς γυναικὸς, εἶπεν αὐτῇ, γυνὴ, ποῦ εἰσιν ἐκεῖνοι οἱ κατήγοροί σου; οὐδείς σε κατέκρινεν;11 δὲ εἶπεν, Οὐδείς, κύριε. εἶπε δὲ αὐτῇ Ἰησοῦς, Οὐδὲ ἐγώ σε κατακρίνω· πορεύου καὶ μηκέτι ἁμάρτανε.>