The First Disciples of Jesus (Mark 1:14-20)
Vocabulary
56
Greek
Jesus begins his ministry by proclaiming the good news of the kingdom of God which is based on repentance and faith. The story, at this point, focuses on Jesus calling his first disciples, Simon (Peter), Andrew, James, and John, to follow him and become "fishers of men."
Vocabulary
Word | Meaning | |
---|---|---|
μετά | with (with G); after (with A) | |
δέ | however, but | |
ὁ, ἡ, τό | the | |
παραδίδωμι | deliver, hand over | |
Ἰωάννης, ου, ὁ | John | |
ἔρχομαι | come, go | |
Ἰησοῦς, οῦ, ὁ | Jesus, Joshua | |
εἰς | to; in (with A) | |
Γαλιλαία, ας, ἡ | Galilee | |
κηρύσσω | proclaim; announce |
Biblical text
1:14Καὶ μετὰ τὸ παραδοθῆναι τὸν Ἰωάνην ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν κηρύσσων τὸ εὐαγγέλιον τοῦ Θεοῦ15καὶ λέγων ὅτι Πεπλήρωται ὁ καιρὸς καὶ ἤγγικεν ἡ βασιλεία τοῦ Θεοῦ· μετανοεῖτε καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ.16Καὶ παράγων παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν Σίμωνα καὶ Ἀνδρέαν τὸν ἀδελφὸν Σίμωνος ἀμφιβάλλοντας ἐν τῇ θαλάσσῃ· ἦσαν γὰρ ἁλεεῖς.17καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλεεῖς ἀνθρώπων.18καὶ εὐθὺς ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ.19Καὶ προβὰς ὀλίγον εἶδεν Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάνην τὸν ἀδελφὸν αὐτοῦ, καὶ αὐτοὺς ἐν τῷ πλοίῳ καταρτίζοντας τὰ δίκτυα,20καὶ εὐθὺς ἐκάλεσεν αὐτούς· καὶ ἀφέντες τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ἐν τῷ πλοίῳ μετὰ τῶν μισθωτῶν ἀπῆλθον ὀπίσω αὐτοῦ.