Submission to the Authorities (Romans 13:1-7)

58 Custom

Vocabulary

Word Meaning
ὁ, ἡ, τό ten, ta, to
γάρ neboť, vždyť, totiž
εἰμί jsem; být
8nKNOo7QtV3IByZP6UaX0Jb1wql5rFgz4MG23024 θεός, οῦ, ὁ Bůh
Uvt62bKQwkZWTfsrLe49FGHDxBa8Y1nVgiyR2361 ἐξουσία, ας, ἡ moc; pravomoc
οὐ, οὐκ, οὐχ ne
δέ ale, avšak, však
φόβος, ου, ὁ strach, bázeň
Cs50F2HylurkxmQoVRaEP39B1dTWMneXv6icAt20 ἀγαθός, ή, όν dobrý
rQV2H0NweKqtZhGkDC5mvMEJo14LYnUycWlP3301 κακός, ή, όν špatný, zlý

Biblical text

13:1Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω. οὐ γὰρ ἔστιν ἐξουσία εἰ μὴ ὑπὸ Θεοῦ, αἱ δὲ οὖσαι ὑπὸ Θεοῦ τεταγμέναι εἰσίν.2ὥστε ὁ ἀντιτασσόμενος τῇ ἐξουσίᾳ τῇ τοῦ Θεοῦ διαταγῇ ἀνθέστηκεν· οἱ δὲ ἀνθεστηκότες ἑαυτοῖς κρίμα λήμψονται.3οἱ γὰρ ἄρχοντες οὐκ εἰσὶν φόβος τῷ ἀγαθῷ ἔργῳ ἀλλὰ τῷ κακῷ. θέλεις δὲ μὴ φοβεῖσθαι τὴν ἐξουσίαν; τὸ ἀγαθὸν ποίει, καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς·4Θεοῦ γὰρ διάκονός ἐστιν σοὶ εἰς τὸ ἀγαθόν. ἐὰν δὲ τὸ κακὸν ποιῇς, φοβοῦ· οὐ γὰρ εἰκῇ τὴν μάχαιραν φορεῖ· Θεοῦ γὰρ διάκονός ἐστιν, ἔκδικος εἰς ὀργὴν τῷ τὸ κακὸν πράσσοντι.5διὸ ἀνάγκη ὑποτάσσεσθαι, οὐ μόνον διὰ τὴν ὀργὴν ἀλλὰ καὶ διὰ τὴν συνείδησιν.6διὰ τοῦτο γὰρ καὶ φόρους τελεῖτε· λειτουργοὶ γὰρ Θεοῦ εἰσιν εἰς αὐτὸ τοῦτο προσκαρτεροῦντες.7ἀπόδοτε πᾶσιν τὰς ὀφειλάς, τῷ τὸν φόρον τὸν φόρον, τῷ τὸ τέλος τὸ τέλος, τῷ τὸν φόβον τὸν φόβον, τῷ τὴν τιμὴν τὴν τιμήν.