Back

Parable of the Persistent Widow (Luke 18:1-8)

Vocabulary
63
Greek
cs en de
69
Custom training

Items

Word Meaning
αὐτός, ή, ὁ he; self
καί and
λέγω say
δέ however, but, and
μή not
ἐν in (with D)
ἐγώ I
θεός, οῦ, ὁ God
ἄνθρωπος, ου, ὁ man
ἔρχομαι come, go
οὐ, οὐκ, οὐχ no
ἐπί on (with G, D, A); on the account of (with D); against (with A)
πρός towards; near, at, by (with A)
κριτής, ου, ὁ a judge
τὶς, τί who, which, what

Biblical text

18:1Ἔλεγεν δὲ παραβολὴν αὐτοῖς πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι αὐτοὺς καὶ μὴ ἐνκακεῖν,2λέγων Κριτής τις ἦν ἔν τινι πόλει τὸν Θεὸν μὴ φοβούμενος καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος.3χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ, καὶ ἤρχετο πρὸς αὐτὸν λέγουσα Ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου.4καὶ οὐκ ἤθελεν ἐπὶ χρόνον· μετὰ ταῦτα δὲ εἶπεν ἐν ἑαυτῷ Εἰ καὶ τὸν Θεὸν οὐ φοβοῦμαι οὐδὲ ἄνθρωπον ἐντρέπομαι,5διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην ἐκδικήσω αὐτήν, ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑπωπιάζῃ με.6Εἶπεν δὲ Κύριος Ἀκούσατε τί κριτὴς τῆς ἀδικίας λέγει·7 δὲ Θεὸς οὐ μὴ ποιήσῃ τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ τῶν βοώντων αὐτῷ ἡμέρας καὶ νυκτός, καὶ μακροθυμεῖ ἐπ’ αὐτοῖς;8λέγω ὑμῖν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει. πλὴν Υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;