Wedding at Cana (John 2:1-11)
Vocabulary
78
Greek
Vocabulary
Word | Meaning | |
---|---|---|
ὁ, ἡ, τό | the | |
καί | and | |
αὐτός, ή, ὁ | he; self | |
λέγω | say | |
Ἰησοῦς, οῦ, ὁ | Jesus, Joshua | |
δέ | however, but | |
|
οἶνος, ου, ὁ | wine |
εἰμί | I am; be | |
μήτηρ, τρος, ἡ | mother | |
ὕδωρ, ὑδατος, τό | water | |
ἀρχιτρίκλινος, ου, ὁ | head waiter, butler | |
γάμος, ου, ὁ | wedding celebration | |
γίνομαι | to happen, become | |
ἐν | in (with D) | |
Κανά, ἡ | Cana | |
Γαλιλαία, ας, ἡ | Galilee | |
ἐκεῖ | there | |
μαθητής, οῦ, ὁ | disciple | |
εἰς | to; in (with A) | |
οὗ | where | |
ἐγώ | I | |
σύ | you, your | |
διάκονος, ου, ὁ | servant; assistant | |
ποιέω | make, do | |
ὑδρία, ας, ἡ | water jar | |
γεμίζω | fill | |
ἕως | until | |
ἀντλέω | draw | |
φέρω | bring, carry; bear | |
οἶδα | know | |
καλός, ή, όν | beautiful; good | |
ἡμέρα, ας, ἡ | day | |
τρίτος, η, ον | third | |
καλέω | call, summon | |
ὑστερέω | to miss | |
πρός | towards; near, at, by (with A) |
Biblical text
2:1Καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ γάμος ἐγένετο ἐν Κανὰ τῆς Γαλιλαίας, καὶ ἦν ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ·2ἐκλήθη δὲ καὶ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον.3καὶ ὑστερήσαντος οἴνου λέγει ἡ μήτηρ τοῦ Ἰησοῦ πρὸς αὐτόν Οἶνον οὐκ ἔχουσιν.4καὶ λέγει αὐτῇ ὁ Ἰησοῦς Τί ἐμοὶ καὶ σοί, γύναι; οὔπω ἥκει ἡ ὥρα μου.5λέγει ἡ μήτηρ αὐτοῦ τοῖς διακόνοις Ὅ τι ἂν λέγῃ ὑμῖν, ποιήσατε.6ἦσαν δὲ ἐκεῖ λίθιναι ὑδρίαι ἓξ κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων κείμεναι, χωροῦσαι ἀνὰ μετρητὰς δύο ἢ τρεῖς.7λέγει αὐτοῖς ὁ Ἰησοῦς Γεμίσατε τὰς ὑδρίας ὕδατος. καὶ ἐγέμισαν αὐτὰς ἕως ἄνω.8καὶ λέγει αὐτοῖς Ἀντλήσατε νῦν καὶ φέρετε τῷ ἀρχιτρικλίνῳ. οἱ δὲ ἤνεγκαν.9ὡς δὲ ἐγεύσατο ὁ ἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον, καὶ οὐκ ᾔδει πόθεν ἐστίν, οἱ δὲ διάκονοι ᾔδεισαν οἱ ἠντληκότες τὸ ὕδωρ, φωνεῖ τὸν νυμφίον ὁ ἀρχιτρίκλινος10καὶ λέγει αὐτῷ Πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησιν, καὶ ὅταν μεθυσθῶσιν τὸν ἐλάσσω· σὺ τετήρηκας τὸν καλὸν οἶνον ἕως ἄρτι.11Ταύτην ἐποίησεν ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανὰ τῆς Γαλιλαίας καὶ ἐφανέρωσεν τὴν δόξαν αὐτοῦ, καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ.