Submission to the Authorities (1 Peter 2:13-17)
Vocabulary
42
Greek
Vocabulary
Word | Meaning | |
---|---|---|
ὁ, ἡ, τό | el, la, lo | |
ὡς | como, igual que | |
θεός, οῦ, ὁ | Dios | |
πᾶς, πᾶσα, πᾶν | todo, todos | |
διά | a través de (con G); para, por cause de (con A) | |
εἴτε | si | |
βασιλεύς, έως, ὁ | rey | |
τιμάω | honrar; valorar, estimar | |
ὑποτάσσω | subordinar | |
ἀνθρώπινος, η, ον | humano |
Biblical text
2:13Ὑποτάγητε πάσῃ ἀνθρωπίνῃ κτίσει διὰ τὸν Κύριον· εἴτε βασιλεῖ ὡς ὑπερέχοντι,14εἴτε ἡγεμόσιν ὡς δι’ αὐτοῦ πεμπομένοις εἰς ἐκδίκησιν κακοποιῶν ἔπαινον δὲ ἀγαθοποιῶν·15ὅτι οὕτως ἐστὶν τὸ θέλημα τοῦ Θεοῦ, ἀγαθοποιοῦντας φιμοῦν τὴν τῶν ἀφρόνων ἀνθρώπων ἀγνωσίαν·16ὡς ἐλεύθεροι, καὶ μὴ ὡς ἐπικάλυμμα ἔχοντες τῆς κακίας τὴν ἐλευθερίαν, ἀλλ’ ὡς Θεοῦ δοῦλοι.17πάντας τιμήσατε, τὴν ἀδελφότητα ἀγαπᾶτε, τὸν Θεὸν φοβεῖσθε, τὸν βασιλέα τιμᾶτε.