Parable of the Persistent Widow (Luke 18:1-8)
Vocabulary
63
Greek
Vocabulary
Word | Meaning | |
---|---|---|
αὐτός, ή, ὁ | 그 자신 | |
καί | 그리고, 및 | |
λέγω | 말하다 | |
δέ | 그러나, 하지만 | |
μή | 아니다 | |
ἐν | 안에, 속에 | |
ἐγώ | 나 | |
θεός, οῦ, ὁ | 하나님 | |
ἄνθρωπος, ου, ὁ | 사람 | |
![]() |
ἔρχομαι | 오다, 가다 |
οὐ, οὐκ, οὐχ | 아니 | |
ἐπί | 위에, ~에 | |
πρός | ~로, 가까이 | |
κριτής, ου, ὁ | 재판관 | |
τὶς, τί | 누구, 무엇 | |
εἰμί | 나는, 있다 | |
πόλις, εως, ἡ | 도시 | |
ἐντρέπω | 부끄럽게 하다 | |
χήρα, ας, ἡ | 과부 | |
ἐκδικέω | 처벌하다 | |
οὗτος, αὕτη, τοῦτο | 이것 | |
εἶπον | 말했다 | |
ποιέω | 만들다, 하다 | |
ἐκδίκησις, εως, ἡ | 복수 | |
παραβολή, ῆς, ἡ | 비유 | |
δεῖ | 필요하다 | |
πάντοτε | 항상 | |
προσεύχομαι | 기도하다 | |
ἐγκακέω | 낙담하다 | |
ἐκεῖνος, η, ο | 저것 | |
ἀπό | ~로부터 | |
ἀντίδικος, ου, ὁ | 적 | |
θέλω | 원하다 | |
χρόνος, ου, ὁ | 시간 | |
μετά | 와 함께, 후에 | |
ἑαυτοῦ, ῆς, οῦ | 자기 |
Biblical text
18:1Ἔλεγεν δὲ παραβολὴν αὐτοῖς πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι αὐτοὺς καὶ μὴ ἐνκακεῖν,2λέγων Κριτής τις ἦν ἔν τινι πόλει τὸν Θεὸν μὴ φοβούμενος καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος.3χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ, καὶ ἤρχετο πρὸς αὐτὸν λέγουσα Ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου.4καὶ οὐκ ἤθελεν ἐπὶ χρόνον· μετὰ ταῦτα δὲ εἶπεν ἐν ἑαυτῷ Εἰ καὶ τὸν Θεὸν οὐ φοβοῦμαι οὐδὲ ἄνθρωπον ἐντρέπομαι,5διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην ἐκδικήσω αὐτήν, ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑπωπιάζῃ με.6Εἶπεν δὲ ὁ Κύριος Ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει·7ὁ δὲ Θεὸς οὐ μὴ ποιήσῃ τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ τῶν βοώντων αὐτῷ ἡμέρας καὶ νυκτός, καὶ μακροθυμεῖ ἐπ’ αὐτοῖς;8λέγω ὑμῖν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει. πλὴν ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;