1Cor 1,1 [La Bible de lÉpée]
1Cor 1,1 [La Bible de lÉpée]
Paul, appelé par la volonté de Dieu, à être apôtre de Jésus-Christ, et Sosthène notre frère, (La Bible de lÉpée) Παῦλος κλητὸς ἀπόστολος Ἰησοῦ χριστοῦ διὰ θελήματος θεοῦ, καὶ Σωσθένης ὁ ἀδελφός, (1. Korinther 1,1, Byz)
1Korinther 1,10
Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα τὸ αὐτὸ λέγητε πάντες, καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα· ἦτε δὲ κατηρτισμένοι ἐν τῷ αὐτῷ νοΐ καὶ ἐν τῇ αὐτῇ γνώμῃ. 1Korinther 1,10 (RP)
1Korinther 1,11
ἐδηλώθη γάρ μοι περὶ ὑμῶν, ἀδελφοί μου, ὑπὸ τῶν Χλόης, ὅτι ἔριδες ἐν ὑμῖν εἰσιν. 1Kor 1,11 (RP)
1Korinther 1,12
λέγω δὲ τοῦτο, ὅτι ἕκαστος ὑμῶν λέγει· Ἐγὼ μέν εἰμι Παύλου, Ἐγὼ δὲ Ἀπολλώ, Ἐγὼ δὲ Κηφᾶ, Ἐγὼ δὲ Χριστοῦ. 1Kor 1,12 (RP)
1Korinther 1,13
μεμέρισται ὁ Χριστός; μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ὑμῶν, ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτισθήτε; 1Kor 1,13 (RP)
1Korinther 1,14
εὐχαριστῶ τῷ θεῷ ὅτι οὐδένα ὑμῶν ἐβάπτισα, εἰ μὴ Κρίσπον καὶ Γάϊον, 1Kor 1,14 (RP)