Church in Pergamum (Revelation 2:12-17)

78 Custom

Vocabulary

Word Meaning
ὁ, ἡ, τό el, la, lo
καί y, también
ἔχω tener; sostener
ἐγώ yo
ἐν en (con D)
κρατέω sostener, apoderarse
ὅς, ἥ, ὅ quién, cuál, qué
σύ tú, tu
αὐτός, ή, ὁ mismo, por uno mismo
ἐκκλησία, ας, ἡ iglesia, asamblea

Biblical text

2:12Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Περγάμῳ ἐκκλησίας γράψον Τάδε λέγει ἔχων τὴν ῥομφαίαν τὴν δίστομον τὴν ὀξεῖαν13Οἶδα ποῦ κατοικεῖς· ὅπου θρόνος τοῦ Σατανᾶ· καὶ κρατεῖς τὸ ὄνομά μου, καὶ οὐκ ἠρνήσω τὴν πίστιν μου καὶ ἐν ταῖς ἡμέραις Ἀντιπᾶς μάρτυς μου πιστός μου, ὃς ἀπεκτάνθη παρ’ ὑμῖν, ὅπου Σατανᾶς κατοικεῖ.14ἀλλ’ ἔχω κατὰ σοῦ ὀλίγα, ὅτι ἔχεις ἐκεῖ κρατοῦντας τὴν διδαχὴν Βαλαάμ, ὃς ἐδίδασκεν τῷ Βαλὰκ βαλεῖν σκάνδαλον ἐνώπιον τῶν υἱῶν Ἰσραήλ, φαγεῖν εἰδωλόθυτα καὶ πορνεῦσαι.15οὕτως ἔχεις καὶ σὺ κρατοῦντας τὴν διδαχὴν τῶν Νικολαϊτῶν ὁμοίως.16μετανόησον οὖν· εἰ δὲ μή, ἔρχομαί σοι ταχύ καὶ πολεμήσω μετ’ αὐτῶν ἐν τῇ ῥομφαίᾳ τοῦ στόματός μου.17 ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις. Τῷ νικῶντι δώσω αὐτῷ τοῦ μάννα τοῦ κεκρυμμένου, καὶ δώσω αὐτῷ ψῆφον λευκήν, καὶ ἐπὶ τὴν ψῆφον ὄνομα καινὸν γεγραμμένον, οὐδεὶς οἶδεν εἰ μὴ λαμβάνων.