Persevering prayer (Colossians 4:2-6)
Vocabulary
Word | Meaning | |
---|---|---|
ἀρτύω | würzen | |
οἶδα | wissen | |
πῶς | wie, auf welche Weise | |
εἰς | in, auf, an, zu, nach (mit A) | |
ἕκαστος, η, ον | jeder, jede, jedes | |
ἀποκρίνομαι | antworten | |
αὐτός, ή, ὁ | er, er selbst | |
καί | und, auch | |
ἡμεῖς, ἡμῶν | wir |
Biblical text
4:2Τῇ προσευχῇ προσκαρτερεῖτε, γρηγοροῦντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ,3προσευχόμενοι ἅμα καὶ περὶ ἡμῶν, ἵνα ὁ Θεὸς ἀνοίξῃ ἡμῖν θύραν τοῦ λόγου, λαλῆσαι τὸ μυστήριον τοῦ Χριστοῦ, δι’ ὃ καὶ δέδεμαι,4ἵνα φανερώσω αὐτὸ ὡς δεῖ με λαλῆσαι.5Ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξαγοραζόμενοι.6ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι.