Law and Sin (Romans 7:7-25)

93 Custom

Vocabulary

Word Meaning
πιπράσκω sell
ὑπό by, from (s G); under (with A)
μισέω to hate (disfavor)
σύμφημι concur, agree with
νυνί now
συνήδομαι delight in
ἔσω inside; within
βλέπω see
ἕτερος, α, ον other, another
ἀντιστρατεύομαι be at war with
αἰχμαλωτίζω capture; deceive
ταλαίπωρος, ον miserable, wretched
ῥύομαι to rescue
ἐκ, ἐξ from, out of (with G)
σῶμα, τος, τό body
χάρις, ιτος, ἡ grace
Ἰησοῦς, οῦ, ὁ Jesus, Joshua
Χριστός, οῦ, ὁ Anointed, Christ
κύριος, ου, ὁ Lord
ἡμεῖς, ἡμῶν we
δουλεύω serve; be a slave

Biblical text

7:7Τί οὖν ἐροῦμεν; νόμος ἁμαρτία; μὴ γένοιτο· ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἔγνων εἰ μὴ διὰ νόμου· τήν τε γὰρ ἐπιθυμίαν οὐκ ᾔδειν εἰ μὴ νόμος ἔλεγεν Οὐκ ἐπιθυμήσεις·8ἀφορμὴν δὲ λαβοῦσα ἁμαρτία διὰ τῆς ἐντολῆς κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν· χωρὶς γὰρ νόμου ἁμαρτία νεκρά.9ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ· ἐλθούσης δὲ τῆς ἐντολῆς ἁμαρτία ἀνέζησεν,10ἐγὼ δὲ ἀπέθανον, καὶ εὑρέθη μοι ἐντολὴ εἰς ζωὴν, αὕτη εἰς θάνατον·11 γὰρ ἁμαρτία ἀφορμὴν λαβοῦσα διὰ τῆς ἐντολῆς ἐξηπάτησέν με καὶ δι’ αὐτῆς ἀπέκτεινεν.12ὥστε μὲν νόμος ἅγιος, καὶ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή.13Τὸ οὖν ἀγαθὸν ἐμοὶ ἐγένετο θάνατος; μὴ γένοιτο· ἀλλὰ ἁμαρτία, ἵνα φανῇ ἁμαρτία, διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομένη θάνατον, ἵνα γένηται καθ’ ὑπερβολὴν ἁμαρτωλὸς ἁμαρτία διὰ τῆς ἐντολῆς.14οἴδαμεν γὰρ ὅτι νόμος πνευματικός ἐστιν· ἐγὼ δὲ σάρκινός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν.15 γὰρ κατεργάζομαι οὐ γινώσκω· οὐ γὰρ θέλω τοῦτο πράσσω, ἀλλ’ μισῶ τοῦτο ποιῶ.16εἰ δὲ οὐ θέλω τοῦτο ποιῶ, σύνφημι τῷ νόμῳ ὅτι καλός.17νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ ἀλλὰ ἐνοικοῦσα ἐν ἐμοὶ ἁμαρτία.18οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί, τοῦτ’ ἔστιν ἐν τῇ σαρκί μου, ἀγαθόν· τὸ γὰρ θέλειν παράκειταί μοι, τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν οὔ·19οὐ γὰρ θέλω ποιῶ ἀγαθόν, ἀλλὰ οὐ θέλω κακὸν τοῦτο πράσσω.20εἰ δὲ οὐ θέλω ἐγὼ τοῦτο ποιῶ, οὐκέτι ἐγὼ κατεργάζομαι αὐτὸ ἀλλὰ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία.21εὑρίσκω ἄρα τὸν νόμον τῷ θέλοντι ἐμοὶ ποιεῖν τὸ καλὸν, ὅτι ἐμοὶ τὸ κακὸν παράκειται·22συνήδομαι γὰρ τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον,23βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσίν μου ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου καὶ αἰχμαλωτίζοντά με ἐν τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσίν μου.24Ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου;25χάρις τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. ἄρα οὖν αὐτὸς ἐγὼ τῷ μὲν νοῒ δουλεύω νόμῳ Θεοῦ, τῇ δὲ σαρκὶ νόμῳ ἁμαρτίας.