Jesus Before Pilate (Mark 15:1-15)

73 Custom

Vocabulary

Word Meaning
εὐθύς immediately
πρωΐ early
συμβούλιον, ου, τό meeting
πρεσβύτερος, α, ον elder; older, old
γραμματεύς, έως, ὁ scribe, expert in the law
ὅλος, η, ον whole
συνέδριον, ου, τό council
ἀποφέρω carry, take away; take, bring
πολύς, πολλή, πολύ many
οὐ, οὐκ, οὐχ no
ἴδε behold! see!
πόσος, η, ον how great, how many
οὐκέτι no longer
ὥστε so that; therefore, so
θαυμάζω wonder, be amazed
κατά against, with (with G); according to, by, at (with A)
ἑορτή, ῆς, ἡ festival, celebration
εἰς to; in (with A)
δέσμιος, ου, ὁ prisoner
παραιτέομαι ask, demand for; excuse; refuse
στασιαστής, οῦ, ὁ rebel, revolutionary
ὅστις, ἥτις, ὅτι who; whoever
ἐν in (with D)
στάσις, εως, ἡ existence, occurrence
φόνος, ου, ὁ murder, killing
ἀναβαίνω go up, ascend
ἄρχω begin; rule
αἰτέω to ask for
καθώς as; just as
ὑμεῖς, ὑμῶν you
γινώσκω know
ὅτι that
διά through (with G); for, therefore (with A)
φθόνος, ου, ὁ envy, jealousy
ἀνασείω stir up, disturb
μᾶλλον more

Biblical text

15:1Καὶ εὐθὺς πρωῒ συμβούλιον ἑτοιμάσαντες οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων καὶ ὅλον τὸ συνέδριον, δήσαντες τὸν Ἰησοῦν ἀπήνεγκαν καὶ παρέδωκαν Πειλάτῳ.2καὶ ἐπηρώτησεν αὐτὸν Πειλᾶτος Σὺ εἶ Βασιλεὺς τῶν Ἰουδαίων; δὲ ἀποκριθεὶς αὐτῷ λέγει Σὺ λέγεις.3καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά.4 δὲ Πειλᾶτος πάλιν ἐπηρώτα αὐτὸν λέγων Οὐκ ἀποκρίνῃ οὐδέν; ἴδε πόσα σου κατηγοροῦσιν.5 δὲ Ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη, ὥστε θαυμάζειν τὸν Πειλᾶτον.6Κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον ὃν παρῃτοῦντο.7ἦν δὲ λεγόμενος Βαραββᾶς μετὰ τῶν στασιαστῶν δεδεμένος, οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν.8καὶ ἀναβὰς ὄχλος ἤρξατο αἰτεῖσθαι καθὼς ἐποίει αὐτοῖς.9 δὲ Πειλᾶτος ἀπεκρίθη αὐτοῖς λέγων Θέλετε ἀπολύσω ὑμῖν τὸν Βασιλέα τῶν Ἰουδαίων;10ἐγίνωσκεν γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς.11οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον ἵνα μᾶλλον τὸν Βαραββᾶν ἀπολύσῃ αὐτοῖς.12 δὲ Πειλᾶτος πάλιν ἀποκριθεὶς ἔλεγεν αὐτοῖς Τί οὖν ποιήσω ὃν λέγετε τὸν Βασιλέα τῶν Ἰουδαίων;13οἱ δὲ πάλιν ἔκραξαν Σταύρωσον αὐτόν.14 δὲ Πειλᾶτος ἔλεγεν αὐτοῖς Τί γὰρ ἐποίησεν κακόν; οἱ δὲ περισσῶς ἔκραξαν Σταύρωσον αὐτόν.15 δὲ Πειλᾶτος βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, καὶ παρέδωκεν τὸν Ἰησοῦν φραγελλώσας ἵνα σταυρωθῇ.