Submission to the Authorities (Romans 13:1-7)

58 Custom

Vocabulary

Word Meaning
ὁ, ἡ, τό the
γάρ for
εἰμί I am; be
θεός, οῦ, ὁ God
ἐξουσία, ας, ἡ power; authority
οὐ, οὐκ, οὐχ no
δέ however, but
φόβος, ου, ὁ intimidation; a terror
ἀγαθός, ή, όν good
κακός, ή, όν bad, evil
καί and
εἰς to; in (with A)
διά through (with G); for, therefore (with A)
φόρος, ου, ὁ tribute, tax
πᾶς, πᾶσα, πᾶν all
ὑποτάσσω to subordinate
μή not
ὑπό by, from (s G); under (with A)
ἀνθίστημι oppose; resist
ἀλλά but, however
ποιέω make, do
αὐτός, ή, ὁ he; self
διάκονος, ου, ὁ servant; assistant
ὀργή, ῆς, ἡ anger
οὗτος, αὕτη, τοῦτο this
τέλος, ους, τό end; goal
τιμή, ῆς, ἡ honor
ψυχή, ῆς, ἡ life, person, soul
ὑπερέχω surpass; have power over
εἰ if
τάσσω appoint; arrange
ὥστε so that; therefore, so
διαταγή, ῆς, ἡ direction; ordinance
ἑαυτοῦ, ῆς, οῦ self; his, her
κρίμα, τος, τό judgment; lawsuit
λαμβάνω receive, take

Biblical text

13:1Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω. οὐ γὰρ ἔστιν ἐξουσία εἰ μὴ ὑπὸ Θεοῦ, αἱ δὲ οὖσαι ὑπὸ Θεοῦ τεταγμέναι εἰσίν.2ὥστε ἀντιτασσόμενος τῇ ἐξουσίᾳ τῇ τοῦ Θεοῦ διαταγῇ ἀνθέστηκεν· οἱ δὲ ἀνθεστηκότες ἑαυτοῖς κρίμα λήμψονται.3οἱ γὰρ ἄρχοντες οὐκ εἰσὶν φόβος τῷ ἀγαθῷ ἔργῳ ἀλλὰ τῷ κακῷ. θέλεις δὲ μὴ φοβεῖσθαι τὴν ἐξουσίαν; τὸ ἀγαθὸν ποίει, καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς·4Θεοῦ γὰρ διάκονός ἐστιν σοὶ εἰς τὸ ἀγαθόν. ἐὰν δὲ τὸ κακὸν ποιῇς, φοβοῦ· οὐ γὰρ εἰκῇ τὴν μάχαιραν φορεῖ· Θεοῦ γὰρ διάκονός ἐστιν, ἔκδικος εἰς ὀργὴν τῷ τὸ κακὸν πράσσοντι.5διὸ ἀνάγκη ὑποτάσσεσθαι, οὐ μόνον διὰ τὴν ὀργὴν ἀλλὰ καὶ διὰ τὴν συνείδησιν.6διὰ τοῦτο γὰρ καὶ φόρους τελεῖτε· λειτουργοὶ γὰρ Θεοῦ εἰσιν εἰς αὐτὸ τοῦτο προσκαρτεροῦντες.7ἀπόδοτε πᾶσιν τὰς ὀφειλάς, τῷ τὸν φόρον τὸν φόρον, τῷ τὸ τέλος τὸ τέλος, τῷ τὸν φόβον τὸν φόβον, τῷ τὴν τιμὴν τὴν τιμήν.