Fruit of the Holy Spirit (Galatians 5:1-26)

75 Custom

Vocabulary

Word Meaning
ὁ, ἡ, τό the
πνεῦμα, τος, τό spirit; breath
δέ however, but
σάρξ, σαρκός, ἡ flesh; body
εἰμί I am; be
καί and
οὐ, οὐκ, οὐχ no
μή not
κατά against, with (with G); according to, by, at (with A)
οὗτος, αὕτη, τοῦτο this
ἀλλήλων one another
ἐπιθυμία, ας, ἡ desire, lust, craving
γάρ for
ὅς, ἥ, ὅ who, which
εἰ if
d5R8EMFN4TohnpleQK6ZIkXCAar7YqcVs9D14338 νόμος, ου, ὁ law
τοιοῦτος, αύτη, οῦτο(ν) of such a kind
λέγω say
περιπατέω go/walk about; behave, live
τελέω to end, finish
ἐπιθυμέω to desire
ἀντίκειμαι be in opposition to
ἵνα in order that; that
ἐάν if, when, ever
θέλω will; wish to have
ποιέω make, do
ἄγω lead, bring
ὑπό by, from (s G); under (with A)
φανερός, ά, όν visible, clear, known
ἔργον, ου, τό deed
ὅστις, ἥτις, ὅτι who; whoever
πορνεία, ας, ἡ fornication
ἀκαθαρσία, ας, ἡ immorality, filth
ἀσέλγεια, ας, ἡ licentiousness
εἰδωλολατρία, ας, ἡ idolatry
φαρμακεία, ας, ἡ sorcery, magic
ἔχθρα, ας, ἡ enmity
ἔρις, ιδος, ἡ strife, discord
ζῆλος, ου, ὁ jealousy; zeal
θυμός, ου, ὁ anger; passion
ἐριθεία, ας, ἡ selfishness, strife
διχοστασία, ας, ἡ dissension, sedition
αἵρεσις, εως, ἡ sect, party, faction
φθόνος, ου, ὁ envy, jealousy
μέθη, ης, ἡ drunkenness
κῶμος, ου, ὁ excessive feasting
ὅμοιος, α, ον like
προλέγω tell beforehand, foretell
ὑμεῖς, ὑμῶν you
καθώς as; just as
ὅτι that
πράσσω do, accomplish, behave; collect
βασιλεία, ας, ἡ kingdom
θεός, οῦ, ὁ God
κληρονομέω acquire; inherit
κάρπος, οῦ, ὁ fruit, crops; benefit
ἀγάπη, ης, ἡ love
χαρά, ᾶς, ἡ joy
εἰρήνη, ης, ἡ peace, harmony
μακροθυμία, ας, ἡ patience
χρηστότης, ητος, ἡ kindness
ἀγαθωσύνη, ης, ἡ generosity, goodness
πίστις, εως, ἡ faith
πραΰτης, ητος, ἡ gentleness

Biblical text

5:1Τῇ ἐλευθερίᾳ ἡμᾶς Χριστὸς ἠλευθέρωσεν· στήκετε οὖν καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε.2Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι ἐὰν περιτέμνησθε Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει.3μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι.4κατηργήθητε ἀπὸ Χριστοῦ οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε.5ἡμεῖς γὰρ Πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα.6ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι’ ἀγάπης ἐνεργουμένη.7Ἐτρέχετε καλῶς· τίς ὑμᾶς ἐνέκοψεν ἀληθείᾳ μὴ πείθεσθαι;8 πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς.9μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ.10ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν Κυρίῳ ὅτι οὐδὲν ἄλλο φρονήσετε· δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρίμα, ὅστις ἐὰν ᾖ.11Ἐγὼ δέ, ἀδελφοί, εἰ περιτομὴν ἔτι κηρύσσω, τί ἔτι διώκομαι; ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ.12Ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς.13Ὑμεῖς γὰρ ἐπ’ ἐλευθερίᾳ ἐκλήθητε, ἀδελφοί· μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί, ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις.14 γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ πεπλήρωται, ἐν τῷ Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.15εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπ’ ἀλλήλων ἀναλωθῆτε.16Λέγω δέ, Πνεύματι περιπατεῖτε καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε.17 γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ Πνεύματος, τὸ δὲ Πνεῦμα κατὰ τῆς σαρκός, ταῦτα γὰρ ἀλλήλοις ἀντίκειται, ἵνα μὴ ἐὰν θέλητε ταῦτα ποιῆτε.18εἰ δὲ Πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον.19φανερὰ δέ ἐστιν τὰ ἔργα τῆς σαρκός, ἅτινά ἐστιν πορνεία, ἀκαθαρσία, ἀσέλγεια,20εἰδωλολατρεία, φαρμακεία, ἔχθραι, ἔρις, ζῆλος, θυμοί, ἐριθεῖαι, διχοστασίαι, αἱρέσεις,21φθόνοι, μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τούτοις, προλέγω ὑμῖν καθὼς προεῖπον ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν.22 δὲ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις,23πραΰτης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστιν νόμος.24οἱ δὲ τοῦ Χριστοῦ Ἰησοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις.25Εἰ ζῶμεν Πνεύματι, Πνεύματι καὶ στοιχῶμεν.26μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες.