Back

Dedication to Theophilus (Luke 1:1-4)

Vocabulary 35 Greek cs en de 4
Dedication to Theophilus (Luke 1:1-4)
Custom training

Items

Word Meaning
ὁ, ἡ, τό ten, ta, to (určitý člen)
περί ohledně, o; pro, za, kvuli (s G); kolem, dokola; ohledně (s A)
ἡμεῖς, ἡμῶν my
καί a, i
λόγος, ου, ὁ slovo
ἐπειδήπερ když tedy; poněvadž (tedy)
πολύς, πολλή, πολύ mnohý, hojný
ἐπιχειρέω pokusit se, pustit se
ἀνατάσσομαι sestavit, sepsat
διήγησις, εως, ἡ vyprávění
πληροφορέω splnit, naplnit, dovršit
ἐν v, ve (s D)
πρᾶγμα, τος, τό věc, záležitost
καθώς stejně jako, jak
παραδίδωμι odevzdávám, předávám

Biblical text

Luke 1:1

Nestle 1904 Greek New Testament
1:1Ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τῶν πεπληροφορημένων ἐν ἡμῖν πραγμάτων,2καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ’ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου,3ἔδοξε κἀμοὶ παρηκολουθηκότι ἄνωθεν πᾶσιν ἀκριβῶς καθεξῆς σοι γράψαι, κράτιστε Θεόφιλε,4ἵνα ἐπιγνῷς περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν.5Ἐγένετο ἐν ταῖς ἡμέραις Ἡρῴδου βασιλέως τῆς Ἰουδαίας ἱερεύς τις ὀνόματι Ζαχαρίας ἐξ ἐφημερίας Ἀβιά, καὶ γυνὴ αὐτῷ ἐκ τῶν θυγατέρων Ἀαρών, καὶ τὸ ὄνομα αὐτῆς Ἐλεισάβετ.6ἦσαν δὲ δίκαιοι ἀμφότεροι ἐναντίον τοῦ Θεοῦ, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασιν τοῦ Κυρίου ἄμεμπτοι.7καὶ οὐκ ἦν αὐτοῖς τέκνον, καθότι ἦν Ἐλεισάβετ στεῖρα, καὶ ἀμφότεροι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν.8Ἐγένετο δὲ ἐν τῷ ἱερατεύειν αὐτὸν ἐν τῇ τάξει τῆς ἐφημερίας αὐτοῦ ἔναντι τοῦ Θεοῦ,9κατὰ τὸ ἔθος τῆς ἱερατείας ἔλαχε τοῦ θυμιᾶσαι εἰσελθὼν εἰς τὸν ναὸν τοῦ Κυρίου,10καὶ πᾶν τὸ πλῆθος ἦν τοῦ λαοῦ προσευχόμενον ἔξω τῇ ὥρᾳ τοῦ θυμιάματος.11ὤφθη δὲ αὐτῷ ἄγγελος Κυρίου ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος.12καὶ ἐταράχθη Ζαχαρίας ἰδών, καὶ φόβος ἐπέπεσεν ἐπ’ αὐτόν.13εἶπεν δὲ πρὸς αὐτὸν ἄγγελος Μὴ φοβοῦ, Ζαχαρία, διότι εἰσηκούσθη δέησίς σου, καὶ γυνή σου Ἐλεισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάνην·14καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις, καὶ πολλοὶ ἐπὶ τῇ γενέσει αὐτοῦ χαρήσονται.15ἔσται γὰρ μέγας ἐνώπιον Κυρίου, καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ, καὶ Πνεύματος Ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ,16καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει ἐπὶ Κύριον τὸν Θεὸν αὐτῶν·17καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἡλεία, ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἑτοιμάσαι Κυρίῳ λαὸν κατεσκευασμένον.18καὶ εἶπεν Ζαχαρίας πρὸς τὸν ἄγγελον Κατὰ τί γνώσομαι τοῦτο; ἐγὼ γάρ εἰμι πρεσβύτης καὶ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς.19καὶ ἀποκριθεὶς ἄγγελος εἶπεν αὐτῷ Ἐγώ εἰμι Γαβριὴλ παρεστηκὼς ἐνώπιον τοῦ Θεοῦ, καὶ ἀπεστάλην λαλῆσαι πρὸς σὲ καὶ εὐαγγελίσασθαί σοι ταῦτα·20καὶ ἰδοὺ ἔσῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι ἄχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνθ’ ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν.21καὶ ἦν λαὸς προσδοκῶν τὸν Ζαχαρίαν, καὶ ἐθαύμαζον ἐν τῷ χρονίζειν ἐν τῷ ναῷ αὐτόν.22ἐξελθὼν δὲ οὐκ ἐδύνατο λαλῆσαι αὐτοῖς, καὶ ἐπέγνωσαν ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ· καὶ αὐτὸς ἦν διανεύων αὐτοῖς, καὶ διέμενεν κωφός.23καὶ ἐγένετο ὡς ἐπλήσθησαν αἱ ἡμέραι τῆς λειτουργίας αὐτοῦ, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ.24Μετὰ δὲ ταύτας τὰς ἡμέρας συνέλαβεν Ἐλεισάβετ γυνὴ αὐτοῦ, καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε, λέγουσα25ὅτι Οὕτως μοι πεποίηκεν Κύριος ἐν ἡμέραις αἷς ἐπεῖδεν ἀφελεῖν ὄνειδός μου ἐν ἀνθρώποις.26Ἐν δὲ τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ἄγγελος Γαβριὴλ ἀπὸ τοῦ Θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας ὄνομα Ναζαρὲθ,27πρὸς παρθένον ἐμνηστευμένην ἀνδρὶ ὄνομα Ἰωσὴφ, ἐξ οἴκου Δαυείδ, καὶ τὸ ὄνομα τῆς παρθένου Μαριάμ.28καὶ εἰσελθὼν πρὸς αὐτὴν εἶπεν Χαῖρε, κεχαριτωμένη, Κύριος μετὰ σοῦ.29 δὲ ἐπὶ τῷ λόγῳ διεταράχθη, καὶ διελογίζετο ποταπὸς εἴη ἀσπασμὸς οὗτος.30καὶ εἶπεν ἄγγελος αὐτῇ Μὴ φοβοῦ, Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ·31καὶ ἰδοὺ συλλήμψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.32οὗτος ἔσται μέγας καὶ Υἱὸς Ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ Κύριος Θεὸς τὸν θρόνον Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ,33καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.34εἶπεν δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον Πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;35καὶ ἀποκριθεὶς ἄγγελος εἶπεν αὐτῇ Πνεῦμα Ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται Υἱὸς Θεοῦ.36καὶ ἰδοὺ Ἐλεισάβετ συγγενίς σου καὶ αὐτὴ συνείληφεν υἱὸν ἐν γήρει αὐτῆς, καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ·37ὅτι οὐκ ἀδυνατήσει παρὰ τοῦ Θεοῦ πᾶν ῥῆμα.38εἶπεν δὲ Μαριάμ Ἰδοὺ δούλη Κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου. καὶ ἀπῆλθεν ἀπ’ αὐτῆς ἄγγελος.39Ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα,40καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλεισάβετ.41καὶ ἐγένετο ὡς ἤκουσεν τὸν ἀσπασμὸν τῆς Μαρίας Ἐλεισάβετ, ἐσκίρτησεν τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη Πνεύματος Ἁγίου Ἐλεισάβετ,42καὶ ἀνεφώνησεν κραυγῇ μεγάλῃ καὶ εἶπεν Εὐλογημένη σὺ ἐν γυναιξίν, καὶ εὐλογημένος καρπὸς τῆς κοιλίας σου.43καὶ πόθεν μοι τοῦτο ἵνα ἔλθῃ μήτηρ τοῦ Κυρίου μου πρὸς ἐμέ;44ἰδοὺ γὰρ ὡς ἐγένετο φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου.45καὶ μακαρία πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου.46Καὶ εἶπεν Μαριάμ Μεγαλύνει ψυχή μου τὸν Κύριον,47καὶ ἠγαλλίασεν τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου·48ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσίν με πᾶσαι αἱ γενεαί·49ὅτι ἐποίησέν μοι μεγάλα δυνατός. καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ,50καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰς καὶ γενεὰς τοῖς φοβουμένοις αὐτόν.51Ἐποίησεν κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν·52καθεῖλεν δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσεν ταπεινούς,53πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς.54ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους,55καθὼς ἐλάλησεν πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ εἰς τὸν αἰῶνα.56Ἔμεινεν δὲ Μαριὰμ σὺν αὐτῇ ὡς μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.57Τῇ δὲ Ἐλεισάβετ ἐπλήσθη χρόνος τοῦ τεκεῖν αὐτήν, καὶ ἐγέννησεν υἱόν.58καὶ ἤκουσαν οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς ὅτι ἐμεγάλυνεν Κύριος τὸ ἔλεος αὐτοῦ μετ’ αὐτῆς, καὶ συνέχαιρον αὐτῇ.59Καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἦλθον περιτεμεῖν τὸ παιδίον, καὶ ἐκάλουν αὐτὸ ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ Ζαχαρίαν.60καὶ ἀποκριθεῖσα μήτηρ αὐτοῦ εἶπεν Οὐχί, ἀλλὰ κληθήσεται Ἰωάνης.61καὶ εἶπαν πρὸς αὐτὴν ὅτι Οὐδείς ἐστιν ἐκ τῆς συγγενείας σου ὃς καλεῖται τῷ ὀνόματι τούτῳ.62ἐνένευον δὲ τῷ πατρὶ αὐτοῦ τὸ τί ἂν θέλοι καλεῖσθαι αὐτό.63καὶ αἰτήσας πινακίδιον ἔγραψεν λέγων Ἰωάνης ἐστὶν ὄνομα αὐτοῦ. καὶ ἐθαύμασαν πάντες.64ἀνεῴχθη δὲ τὸ στόμα αὐτοῦ παραχρῆμα καὶ γλῶσσα αὐτοῦ, καὶ ἐλάλει εὐλογῶν τὸν Θεόν.65Καὶ ἐγένετο ἐπὶ πάντας φόβος τοὺς περιοικοῦντας αὐτούς, καὶ ἐν ὅλῃ τῇ ὀρεινῇ τῆς Ἰουδαίας διελαλεῖτο πάντα τὰ ῥήματα ταῦτα,66καὶ ἔθεντο πάντες οἱ ἀκούσαντες ἐν τῇ καρδίᾳ αὐτῶν, λέγοντες Τί ἄρα τὸ παιδίον τοῦτο ἔσται; καὶ γὰρ χεὶρ Κυρίου ἦν μετ’ αὐτοῦ.67Καὶ Ζαχαρίας πατὴρ αὐτοῦ ἐπλήσθη Πνεύματος Ἁγίου καὶ ἐπροφήτευσεν λέγων68Εὐλογητὸς Κύριος Θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησεν λύτρωσιν τῷ λαῷ αὐτοῦ,69καὶ ἤγειρεν κέρας σωτηρίας ἡμῖν ἐν οἴκῳ Δαυεὶδ παιδὸς αὐτοῦ,70καθὼς ἐλάλησεν διὰ στόματος τῶν ἁγίων ἀπ’ αἰῶνος προφητῶν αὐτοῦ,71σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς,72ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ,73ὅρκον ὃν ὤμοσεν πρὸς Ἀβραὰμ τὸν πατέρα ἡμῶν, τοῦ δοῦναι ἡμῖν74ἀφόβως ἐκ χειρὸς ἐχθρῶν ῥυσθέντας λατρεύειν αὐτῷ75ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ πάσαις ταῖς ἡμέραις ἡμῶν.76Καὶ σὺ δέ, παιδίον, προφήτης Ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ ἐνώπιον Κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ,77τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν,78διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν, ἐν οἷς ἐπισκέψεται ἡμᾶς ἀνατολὴ ἐξ ὕψους,79ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις, τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης.80Τὸ δὲ παιδίον ηὔξανεν καὶ ἐκραταιοῦτο πνεύματι, καὶ ἦν ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν Ἰσραήλ.
American standard version
1:1Forasmuch as many have taken in hand to draw up a narrative concerning those matters which have been fulfilled among us,2even as they delivered them unto us, who from the beginning were eyewitnesses and ministers of the word,3it seemed good to me also, having traced the course of all things accurately from the first, to write unto thee in order, most excellent Theophilus;4that thou mightest know the certainty concerning the things wherein thou wast instructed.
5There was in the days of Herod, king of Judaea, a certain priest named Zacharias, of the course of Abijah: and he had a wife of the daughters of Aaron, and her name was Elisabeth.6And they were both righteous before God, walking in all the commandments and ordinances of the Lord blameless.7And they had no child, because that Elisabeth was barren, and they both were now well stricken in years.8Now it came to pass, while he executed the priest´s office before God in the order of his course,9according to the custom of the priest´s office, his lot was to enter into the temple of the Lord and burn incense.10And the whole multitude of the people were praying without at the hour of incense.11And there appeared unto him an angel of the Lord standing on the right side of altar of incense.12And Zacharias was troubled when he saw him, and fear fell upon him.13But the angel said unto him, Fear not, Zacharias: because thy supplication is heard, and thy wife Elisabeth shall bear thee a son, and thou shalt call his name John.14And thou shalt have joy and gladness; and many shall rejoice at his birth.15For he shall be great in the sight of the Lord, and he shall drink no wine nor strong drink; and he shall be filled with the Holy Spirit, even from his mother´s womb.16And many of the children of Israel shall be turn unto the Lord their God.17And he shall go before his face in the spirit and power of Elijah, to turn the hearts of the fathers to the children, and the disobedient to walk in the wisdom of the just; to make ready for the Lord a people prepared for him.18And Zacharias said unto the angel, Whereby shall I know this? for I am an old man, and my wife well stricken in years.19And the angel answering said unto him, I am Gabriel, that stand in the presence of God; and I was sent to speak unto thee, and to bring thee these good tidings.20And behold, thou shalt be silent and not able to speak, until the day that these things shall come to pass, because thou believedst not my words, which shall be fulfilled in their season.21And the people were waiting for Zacharias, and they marvelled while he tarried in the temple.22And when he came out, he could not speak unto them: and they perceived that he had seen a vision in the temple: and he continued making signs unto them, and remained dumb.23And it came to pass, when the days of his ministration were fulfilled, he departed unto his house.24And after these days Elisabeth his wife conceived; and she hid herself five months, saying,25Thus hath the Lord done unto me in the days wherein he looked upon me, to take away my reproach among men.
26Now in the sixth month the angel Gabriel was sent from God unto a city of Galilee, named Nazareth,27to a virgin betrothed to a man whose name was Joseph, of the house of David; and the virgin´s name was Mary.28And he came in unto her, and said, Hail, thou that art highly favored, the Lord is with thee.29But she was greatly troubled at the saying, and cast in her mind what manner of salutation this might be.30And the angel said unto her, Fear not, Mary: for thou hast found favor with God.31And behold, thou shalt conceive in thy womb, and bring forth a son, and shalt call his name JESUS.32He shall be great, and shall be called the Son of the Most High: and the Lord God shall give unto him the throne of his father David:33and he shall reign over the house of Jacob for ever; and of his kingdom there shall be no end.34And Mary said unto the angel, How shall this be, seeing I know not a man?35And the angel answered and said unto her, The Holy Spirit shall come upon thee, and the power of the Most High shall overshadow thee: wherefore also the holy thing which is begotten shall be called the Son of God.36And behold, Elisabeth thy kinswoman, she also hath conceived a son in her old age; and this is the sixth month with her that was called barren.37For no word from God shall be void of power.38And Mary said, Behold, the handmaid of the Lord; be it unto me according to thy word. And the angel departed from her.
39And Mary arose in these days and went into the hill country with haste, into a city of Judah;40and entered into the house of Zacharias and saluted Elisabeth.41And it came to pass, when Elisabeth heard the salutation of Mary, the babe leaped in her womb; and Elisabeth was filled with the Holy Spirit;42and she lifted up her voice with a loud cry, and said, Blessed art thou among women, and blessed is the fruit of thy womb.43And whence is this to me, that the mother of my Lord should come unto me?44For behold, when the voice of thy salutation came into my ears, the babe leaped in my womb for joy.45And blessed is she that believed; for there shall be a fulfilment of the things which have been spoken to her from the Lord.46And Mary said, My soul doth magnify the Lord,47And my spirit hath rejoiced in God my Saviour.48For he hath looked upon the low estate of his handmaid: For behold, from henceforth all generations shall call me blessed.49For he that is mighty hath done to me great things; And holy is his name.50And his mercy is unto generations and generations On them that fear him.51He hath showed strength with his arm; He hath scattered the proud in the imagination of their heart.52He hath put down princes from their thrones, And hath exalted them of low degree.53The hungry he hath filled with good things; And the rich he hath sent empty away.54He hath given help to Israel his servant, That he might remember mercy55(As he spake unto our fathers) Toward Abraham and his seed for ever.56And Mary abode with her about three months, and returned unto her house.
57Now Elisabeth´s time was fulfilled that she should be delivered; and she brought forth a son.58And her neighbors and her kinsfolk heard that the Lord had magnified his mercy towards her; and they rejoiced with her.59And it came to pass on the eighth day, that they came to circumcise the child; and they would have called him Zacharias, after the name of the father.60And his mother answered and said, Not so; but he shall be called John.61And they said unto her, There is none of thy kindred that is called by this name.62And they made signs to his father, what he would have him called.63And he asked for a writing tablet, and wrote, saying, His name is John. And they marvelled all.64And his mouth was opened immediately, and his tongue loosed, and he spake, blessing God.65And fear came on all that dwelt round about them: and all these sayings were noised abroad throughout all the hill country of Judaea.66And all that heard them laid them up in their heart, saying, What then shall this child be? For the hand of the Lord was with him.
67And his father Zacharias was filled with the Holy Spirit, and prophesied, saying,68Blessed be the Lord, the God of Israel; For he hath visited and wrought redemption for his people,69And hath raised up a horn of salvation for us In the house of his servant David70(As he spake by the mouth of his holy prophets that have been from of old),71Salvation from our enemies, and from the hand of all that hate us;72To show mercy towards, our fathers, And to remember his holy covenant;73The oath which he spake unto Abraham our father,74To grant unto us that we being delivered out of the hand of our enemies Should serve him without fear,75In holiness and righteousness before him all our days.76Yea and thou, child, shalt be called the prophet of the Most High: For thou shalt go before the face of the Lord to make ready his ways;77To give knowledge of salvation unto his people In the remission of their sins,78Because of the tender mercy of our God, Whereby the dayspring from on high shall visit us,79To shine upon them that sit in darkness and the shadow of death; To guide our feet into the way of peace.80And the child grew, and waxed strong in spirit, and was in the deserts till the day of his showing unto Israel.